Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ Θ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

Η ΠΕΜΠΤΗ ΣΑΛΠΙΓΓΑ - ΠΡΩΤΟ ΟΥΑΙ - ΟΙ ΑΚΡΙΔΕΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπι­σεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρα­νοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδό­θη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. 2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης, καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξου­σία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκο­ρπίοι τῆς γῆς. 4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δέν­δρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων. 5 καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ' ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανι­σμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρω­πον. 6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνα­τον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθα­νεῖν καὶ φεύ­γει ὁ θάνατος ἀπ' αὐτῶν.

1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε, καὶ εἶδον ὅτι ἔπεσεν εἰς τὴν γῆν ἀστὴρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἐδόθη εἰς αὐτὸν τὸ κλειδίον τοῦ φρέατος τῆς ἀβύσσου. 2 Καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης· καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3 Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη εἰς αὐτὰς ἐξουσία, ὡς ἔχου­σιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4 Καὶ ἐῤῥέθη πρὸς αὐτὰς νὰ μὴ βλάψωσι τὸν χόρτον τῆς γῆς, μηδὲ κανὲν χλωρὸν, μηδὲ κανὲν δένδρον· εἰμὴ τοὺς ἀνθρώ­πους μόνους, οἵτινες δὲν ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὑτῶν. 5 Καὶ ἐδόθη εἰς αὐτὰς νὰ μὴ θανατώσωσιν αὐτούς, ἀλλὰ νὰ βασα­νι­σθῶσι πέντε μῆνας· καὶ ὁ βασα­νισ­μὸς αὐτῶν ἦτο ὡς βασανισμὸς σκο­ρπίου, ὅταν κτυπήσῃ ἄνθρωπον. 6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις θέλουσι ζητή­σει οἱ ἄνθρωποι τὸν θάνατον, καὶ δὲν θέλουσιν εὑρεῖ αὐτόν· καὶ θέλουσιν ἐπι­θυ­μήσει νὰ ἀποθάνωσι, καὶ ὁ θάνα­τος θέλει φεύγει ἀπ᾽ αὐτῶν.

 

ΟΙ ΜΟΡΦΕΣ ΤΩΝ ΑΚΡΙΔΩΝ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρό­σωπα ἀνθρώπων, 8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, 9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 ἔχουσιν ἐπ' αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ ῾Εβραϊστὶ ᾽Αβαδδὼν καὶ ἐν τῇ ῾Ελληνικῇ ὄνομα ἔχει ᾽Απολλύων.

7 Καὶ αἱ μορφαὶ τῶν ἀκρίδων ἦσαν ὅμοιαι μὲ ἵππους ἡτοιμασμένους εἰς πόλεμον· καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ἦσαν ὡς στέφανοι ὅμοιοι μὲ χρυσόν, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. 8 Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ἦσαν ὡς λεόντων. 9 Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς· καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ἦτο ὡς φωνὴ ἁμαξῶν ἵππων πολλῶν τρεχό­ντων εἰς πόλεμον. 10 Καὶ εἶχον οὐρὰς ὁμοίας μὲ σκορπίους, καὶ ἦσαν κέντρα εἰς τὰς οὐρὰς αὐτῶν· καὶ ἡ ἐξουσία αὐτῶν ἦτο νὰ βλάψωσι τοὺς ἀνθρώ­πους πέντε μῆνας. 11 Καὶ εἶχον ἐφ᾽ ἑαυτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὅστις ῾Εβραϊστὶ ὀνομάζεται ᾽Αβαδδών, καὶ εἰς τὴν ῾Ελληνικὴν ἔχει ὄνομα ᾽Απολλύων.

 

Η ΕΚΤΗ ΣΑΛΠΙΓΓΑ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

12 ῾Η οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. 13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσά­ρων κεράτων τοῦ θυσια­στηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμα­σμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτεί­νωσιν τὸ τρίτον τῶν ἀνθρώ­πων.

12 ῾Η οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. 13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα μίαν φωνὴν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, 14 λέγουσαν πρὸς τὸν ἕκτον ἄγγελον, ὅστις εἶχε τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέ­λους τοὺς δεδεμένους εἰς τὸν μέγαν ποταμὸν Εὐφράτην. 15 Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, διὰ νὰ θανατώσωσι τὸ τρίτον τῶν ἀνθρώπων.

 

Ο ΠΥΡΗΝΙΚΟΣ ΠΟΛΕΜΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ' αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

16 Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ ἦτο δύο μυριάδες μυριάδων· καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὀράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ὅτι εἶχον θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ἦσαν ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐξήρχετο πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ῾Υπὸ τῶν τριῶν τούτων ἐθανατώ­θησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ, καὶ ἐκ τοῦ θείου τοῦ ἐξερχομένου ἐκ τῶν στομάτων αὐτῶν, 19 διότι αἱ ἐξουσίαι αὐτῶν εἶναι ἐν τῷ στόματι αὐτῶν· ἐπειδὴ αἱ οὐραὶ αὐτῶν εἶναι ὅμοιαι μὲ ὄφεις, ἔχουσαι κεφαλάς, καὶ μὲ αὐτὰς βλάπτουσι.

 

ΑΝΘΡΩΠΟΙ ΑΜΕΤΑΝΟΗΤΟΙ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἵτινες δὲν ἐθανατώθησαν μὲ τὰς πληγὰς ταύτας, οὔτε μετενόησαν ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὑτῶν, ὥστε νὰ μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χάλκινα καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, τὰ ὁποῖα οὔτε νὰ βλέπωσι δύνανται, οὔτε νὰ ἀκούωσιν, οὔτε νὰ περιπα­τῶσι· 21 καὶ δὲν μετενόησαν ἐκ τῶν φόνων αὑτῶν, οὔτε ἐκ τῶν φαρμα­κειῶν αὑτῶν, οὔτε ἐκ τῆς πορνείας αὑτῶν, οὔτε ἐκ τῶν κλοπῶν αὑτῶν.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr