Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ Η΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

Η 7η ΣΦΡΑΓΙΔΑ - ΟΙ ΕΠΤΑ ΣΑΛΠΙΓΓΕΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. 2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. 3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυ­σοῦν, καὶ ἐδόθη αὐτῷ θυμιά­ματα πολλὰ ἵνα δώσει ταῖς προσευ­χαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώ­πιον τοῦ θρόνου. 4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προ­σευ­χαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. 5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.

1 ΚΑΙ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἔγεινε σιωπὴ ἐν τῷ οὐρανῷ ἕως ἡμίσειαν ὥραν. 2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους, οἵτινες ἵσταντο ἐνώ­πιον τοῦ Θεοῦ· καὶ ἐδόθησαν εἰς αὐτοὺς ἑπτὰ σάλπιγγες. 3 Καὶ ἦλθεν ἄλλος ἄγγελος, καὶ ἐστάθη ἔμπροσθεν τοῦ θυσιαστηρίου, κρατῶν θυμιατή­ριον χρυσοῦν· καὶ ἐδόθησαν εἰς αὐτὸν θυμιάματα πολλά, διὰ νὰ προσφέρῃ μὲ τὰς προσευχὰς πάντων τῶν ἁγίων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. 4 Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων μὲ τὰς προ­σευχὰς πάντων τῶν ἁγίων ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ· 5 καὶ ἔλαβεν ὁ ἄγγελος τὸ θυμιατή­ριον, καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔῤῥιψεν εἰς τὴν γῆν· καὶ ἔγειναν φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν.

6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς διὰ νὰ σαλπίσωσι.

 

ΟΙΕΠΤΑ ΣΑΛΠΙΓΓΕΣ - Η 1η ΣΑΛΠΙΓΓΑ

Ο ΠΡΩΤΟΣ ΑΓΓΕΛΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

7 Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

7 Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισε, καὶ ἔγεινε χάλαζα καὶ πῦρ μεμιγμένα μὲ αἷμα, καὶ ἐῤῥίφθησαν εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χλωρὸς χόρτος κατεκάη.

 

Η 2η ΣΑΛΠΙΓΓΑ

ΤΟ ΕΝΑ ΤΡΙΤΟ ΤΗΣ ΘΑΛΑΣΣΑΣ ΜΟΛΥΝΕΤΑΙ

Ο ΔΕΥΤΕΡΟΣ ΑΓΓΕΛΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσά­λπι­σεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιό­μενον ἐβλήθη εἰς τὴν θάλασ­σαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, 9 καὶ ἀπέθανεν τὸ τρί­τον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.

8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα καιόμενον μὲ πῦρ ἐῤῥίφθη εἰς τὴν θάλασσαν· καὶ τὸ τρίτον τῆς θαλάσσης ἔγεινεν αἷμα· 9 καὶ ἀπέθανε τὸ τρίτον τῶν ἐμψύχων κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ· καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.

 

Ο ΤΡΙΤΟΣ ΑΓΓΕΛΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ ῍Αψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.

10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων· 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ῎Αψινθος· καὶ ἔγεινε τὸ τρίτον τῶν ὑδάτων ἄψινθος, καὶ πολλοὶ ἄνθρωποι ἀπέθανον ἐκ τῶν ὑδάτων, διότι ἐπικράνθησαν.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.

12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐκτυπήθη τὸ τρίτον τοῦ ἡλίου, καὶ τὸ τρίτον τῆς σελήνης, καὶ τὸ τρίτον τῶν ἀστέρων, διὰ νὰ σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα νὰ χάσῃ τὸ τρίτον τοῦ φωτισμοῦ αὑτῆς, καὶ ἡ νὺξ ὁμοίως.

 

ΤΑ ΤΡΙΑ ΟΥΑΙ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγο­ντος φωνῇ μεγάλῃ, Οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

13 Καὶ εἶδον, καὶ ἤκουσα ἕνα ἄγγελον πετώμενον εἰς τὸ μεσουράνημα, ὅστις ἔλεγε μετὰ φωνῆς μεγάλης, Οὐαί, οὐαί, οὐαὶ εἰς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰς λοιπὰς φωνὰς τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων νὰ σαλπίσωσι.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr