Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ Ζ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΟΙ ΕΣΦΡΑΓΙΣΜΕΝΟΙ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

7:1 Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσα­ρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον. 2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδι­κῆ­σαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

1 ΚΑΙ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἱσταμένους ἐπὶ τὰς τέσσα­ρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, διὰ νὰ μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον. 2 Καὶ εἶδον ἄλλον ἄγγελον ὅτι ἀνέβη ἀπὸ ἀνατολῆς ἡλίου, ἔχων σφραγῖδα τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ ἔκραξε μετὰ φωνῆς μεγάλης πρὸς τοὺς τέσσαρας ἀγγέλους, εἰς τοὺς ὁποίους ἐδόθη νὰ βλάψωσι τὴν γῆν καὶ τὴν θάλασσαν, 3 λέγων, Μὴ βλάψητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἑωσοῦ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

 

ΟΙ 144.000 ΙΣΡΑΗΛΙΤΕΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

4 καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσερά­κοντα τέσσαρες χιλιάδες, ἐσφρα­γισμένοι ἐκ πάσης φυλῆς υἱῶν ᾽Ισραήλ· 5 ἐκ φυλῆς ᾽Ιούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς ῾Ρουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες, 6 ἐκ φυλῆς ᾽Ασὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες, ἐκ φυ­λῆς Μανασσῆ δώδεκα χιλιάδες, 7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς ᾽Ισσαχὰρ δώδεκα χιλιάδες, 8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιά­δες, ἐκ φυλῆς ᾽Ιωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.

4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαρά­κοντα τέσσαρες χιλιάδες ἦσαν ἐσφρα­γισμένοι ἐκ πάσης φυλῆς τῶν υἱῶν ᾽Ισραήλ· 5 ἐκ φυλῆς ᾽Ιούδα, δώδεκα χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς ῾Ρουβὴν, δώδεκα χιλιάδες ἐσφρα­γισμένοι· ἐκ φυλῆς Γὰδ, δώδεκα χιλιά­δες ἐσφραγισμένοι· 6 ἐκ φυλῆς ᾽Ασὴρ, δώδεκα χιλιάδες ἐσφραγισμένοι·ἐκ φυλῆς Νεφθαλεὶμ, δώδεκα χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες ἐσφραγισμένοι· 7 ἐκ φυλῆς Συμεὼν, δώδεκα χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Λευῒ, δώδεκα χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς ᾽Ισσά­χαρ, δώδεκα χιλιάδες ἐσφρα­γι­σμέ­νοι· 8 ἐκ φυλῆς Ζαβουλὼν, δώδε­κα χιλιά­δες ἐσφραγισμένοι· ἐκ φυλῆς ᾽Ιω­σὴφ, δώδεκα χιλιάδες ἐσφρα­γισμέ­νοι· ἐκ φυλῆς Βενιαμὶν, δώδεκα χιλιά­δες ἐσφραγισμένοι.

 

ΑΝΑΡΙΘΜΗΤΟ ΠΛΗΘΟΣ ΑΠΟ ΤΑ ΕΘΝΗ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλη­μέ­νους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες, ῾Η σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσά­ρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσω­πα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 12 λέγοντες, ᾽Αμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού ὄχλος πολύς, τὸν ὁποῖον οὐδεὶς ἠδύνατο νὰ ἀριθμήσῃ, ἐκ παντὸς ἔθνους καὶ φυ­λῶν καὶ λαῶν καὶ γλωσσῶν, οἵτινες ἵστα­ντο ἐνώπιον τοῦ θρόνου καὶ ἐνώ­πιον τοῦ ᾽Αρνίου, ἐνδεδυμένοι στολὰς λευκάς, ἔχοντες φοίνικας ἐν ταῖς χερσὶν αὑτῶν· 10 καὶ κράζοντες μετὰ φωνῆς μεγάλης, ἔλεγον, ῾Η σωτηρία εἶναι τοῦ Θεοῦ ἡμῶν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ τοῦ ᾽Αρνίου. 11 Καὶ πάντες οἱ ἄγγελοι ἵσταντο κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσαν κατὰ πρόσωπον ἐνώπιον τοῦ θρόνου, καὶ προσεκύνησαν τὸν Θεὸν, 12 λέγοντες, ᾽Αμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἀνήκει εἰς τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾽Αμήν.

 

ΤΟ ΜΕΓΑ ΠΛΗΘΟΣ ΑΠΟ ΤΗΝ ΜΕΓΑΛΗ ΘΛΙΨΗ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 14 καὶ εἴρηκα αὐτῷ, Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ' αὐτούς. 16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων πρὸς ἐμέ, Οὗτοι οἱ ἐνδεδυμένοι τὰς στολὰς τὰς λευκὰς, τίνες εἶναι, καὶ πόθεν ἦλθον; 14 Καὶ εἶπα πρὸς αὐτόν, Κύριε, σὺ ἐξεύρεις. Καὶ εἶπε πρὸς ἐμέ, Οὗτοι εἶναι οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης· καὶ ἔπλυναν τὰς στολὰς αὑτῶν, καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ᾽Αρνίου. 15 Διὰ τοῦτο εἶναι ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτὸν ἡμέραν καὶ νύκτα ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου θέλει κατασκηνώσει ἐπ᾽ αὐτούς. 16 Δὲν θέλουσι πεινάσει πλέον, οὐδὲ θέλουσι διψήσει πλέον, οὐδὲ θέλει πέσει ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ κανὲν καῦμα· 17 διότι τὸ ᾽Αρνίον τὸ ἀναμέσον τοῦ θρόνου θέλει ποιμάνει αὐτοὺς, καὶ ὁδηγήσει αὐτοὺς εἰς ζώσας πηγὰς ὑδάτων· καὶ θέλει ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr