Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ ΣΤ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΟΙ ΕΠΤΑ ΣΦΡΑΓΙΔΕΣ - Η ΠΡΩΤΗ ΣΦΡΑΓΙΔΑ

ΤΟ ΛΕΥΚΟ ΑΛΟΓΟ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ εἶδον ὅτε ἤνοιξεν ταὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνὴ βροντῆς, ῍Ερχου. 2 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.

1 ΚΑΙ εἶδον, ὅτε ἤνοιξε τὸ ᾽Αρνίον μίαν ἐκ τῶν σφραγίδων, καὶ ἤκουσα ἕν ἐκ τῶν τεσσάρων ζώων λέγον, ὡς φωνὴν βροντῆς, ῎Ερχου καὶ βλέπε. 2 Καὶ εἶδον, καὶ ἰδού ἵππος λευκός· καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν εἶχε τόξον· καὶ ἐδόθη εἰς αὐτὸν στέφανος, καὶ ἐξῆλθε νικῶν, καὶ διὰ νὰ νικήσῃ.

 

Η ΔΕΥΤΕΡΗ ΣΦΡΑΓΙΔΑ

ΤΟ ΚΟΚΚΙΝΟ ΑΛΟΓΟ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

3 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, ῍Ερχου. 4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ' αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.

3 Καὶ ὅτε ἤνοιξε τὴν δευτέραν σφραγῖδα, ἤκουσα τὸ δεύτερον ζῶον λέγον, ῎Ερχου καὶ βλέπε. 4 Καὶ ἐξῆλθεν ἄλλος ἵππος κόκκινος· καὶ εἰς τὸν καθήμενον ἐπ᾽ αὐτὸν ἐδόθη νὰ σηκώσῃ τὴν εἰρήνην ἀπὸ τῆς γῆς, καὶ νὰ σφάξωσιν ἀλλήλους, καὶ ἐδόθη εἰς αὐτὸν μάχαιρα μεγάλη.

 

Η ΤΡΙΤΗ ΣΦΡΑΓΙΔΑ

ΤΟ ΜΑΥΡΟ ΑΛΟΓΟ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

5 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, ῍Ερχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

5 Καὶ ὅτε ἤνοιξε τὴν τρίτην σφραγῖδα, ἤκουσα τὸ τρίτον ζῶον λέγον, ῎Ερχου καὶ βλέπε. Καὶ εἶδον, καὶ ἰδού ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν εἶχε ζυγαρίαν ἐν τῇ χειρὶ αὑτοῦ. 6 Καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγουσαν, Μία χοῖνιξ σίτου δι᾽ ἕν δηνάριον· καὶ τρεῖς χοίνικες κριθῆς δι᾽ ἕν δηνάριον· καὶ, Τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ βλάψῃς.

 

Η ΤΕΤΑΡΤΗ ΣΦΡΑΓΙΔΑ

ΤΟ ΩΧΡΟ ΑΛΟΓΟ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

7 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος, ῍Ερχου. 8 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ' αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

7 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζώου λέγουσαν, ῎Ερχου καὶ βλέπε. 8 Καὶ εἶδον, καὶ ἰδού ἵππος ὠχρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὠνομάζετο Θάνατος, καὶ ὁ ῞Αδης ἠκολούθει μετ᾽ αὐτοῦ· καὶ ἐδόθη εἰς αὐτοὺς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς νὰ θανατώσωσι μὲ ῥομφαίαν καὶ μὲ πεῖναν καὶ μὲ θάνατον, καὶ μὲ τὰ θηρία τῆς γῆς.

 

Η ΠΕΜΠΤΗ ΣΦΡΑΓΙΔΑ

ΟΙ ΨΥΧΕΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

9 Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον. 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες, ῞Εως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

9 Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τὴν ὁποίαν εἶχον· 10 καὶ ἔκραζον μετὰ φωνῆς μεγάλης, λέγοντες, ῞Εως πότε, ὦ Δέσποτα ἅγιε καὶ ἀληθινέ, δὲν κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἀπὸ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 Καὶ ἐδόθησαν εἰς ἕκαστον στολαὶ λευκαί, καὶ ἐῤῥέθη πρὸς αὐτοὺς νὰ ἀναπαυθῶσιν ἔτι ὀλίγον καιρόν, ἑωσοῦ συμπληρωθῶσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν, οἱ μέλλοντες νὰ φονευθῶσιν ὡς καὶ αὐτοί.

 

Η ΕΚΤΗ ΣΦΡΑΓΙΔΑ

ΤΑ ΚΟΣΜΟΓΟΝΙΚΑ ΣΗΜΕΙΑ ΤΗΣ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

12 Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυ­ψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· 16 καὶ λέγου­σιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ' ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγά­λη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

12 Καὶ εἶδον, ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην· καὶ ἰδού, ἔγεινε σεισμὸς μέγας, καὶ ὁ ἥλιος ἔγεινε μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ἔγεινεν ὡς αἷμα· 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, καθὼς ἡ συκῆ ῥίπτει τὰ ἄωρα σῦκα αὑτῆς, σειομένη ὑπὸ μεγάλου ἀνέμου. 14 Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη “ὡς βιβλίον τετυλιγμέ­νον,” καὶ πᾶν ὄρος καὶ νῆσος ἐκινή­θησαν ἐκ τῶν τόπων αὑτῶν· 15 καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ πλούσιοι, καὶ οἱ χιλίαρχοι, καὶ οἱ δυνατοὶ, καὶ πᾶς δοῦλος, καὶ πᾶς ἐλεύθερος, ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, 16 καὶ λέγουσι πρὸς τὰ ὄρη καὶ πρὸς τὰς πέτρας, Πέσατε ἐφ᾽ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ᾽Αρνίου· 17 διότι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ· καὶ τίς δύναται νὰ σταθῇ;

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr