Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ Ε΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3 καὶ οὐδεὶς ἐδύ­να­το ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 4 καὶ ἔκ­λαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέ­θη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.

1 ΚΑΙ εἶδον ἐν τῇ δεξιᾷ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφρα­γισμέ­νον μὲ σφραγῖδας ἑπτά. 2 Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύττοντα μετὰ φωνῆς μεγάλης, Τίς εἶναι ἄξιος νὰ ἀνοίξῃ τὸ βιβλίον καὶ νὰ λύσῃ τὰς σφραγίδας αὐτοῦ; 3 Καὶ οὐδεὶς ἠδύνα­το ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, νὰ ἀνοίξῃ τὸ βιβλίον, οὐδὲ νὰ βλέπῃ αὐτό. 4 Καὶ ἐγὼ ἔκλαιον πολλά, ὅτι οὐδεὶς εὑρέθη ἄξιος νὰ ἀνοίξῃ καὶ νὰ ἀναγνώσῃ τὸ βιβλίον, οὔτε νὰ βλέπῃ αὐτό.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς ᾽Ιούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

5 Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων μοὶ λέγει, Μὴ κλαῖε· ἰδού, ὑπερίσχυσεν ὁ λέων ὅστις εἶναι ἐκ τῆς φυλῆς ᾽Ιούδα, ἡ ῥίζα τοῦ Δαβίδ, νὰ ἀνοίξῃ τὸ βιβλίον, καὶ νὰ λύσῃ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀπεσταλ­μένοι εἰς πᾶσαν τὴν γῆν. 7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.

6 Καὶ εἶδον, καὶ ἰδοὺ, ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ᾽Αρνίον ἱστάμενον ὡς ἐσφαγμένον, ἔχον κέρα­τα ἑπτὰ, καὶ ὀφθαλμοὺς ἑπτά· οἵτινες εἶναι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν. 7 Καὶ ἦλθε καὶ ἔλαβε τὸ βιβλίον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιά­λας χρυσᾶς γεμούσας θυμια­μά­των, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.

8 Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῶα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύ­τε­ροι ἔπεσον ἐνώπιον τοῦ ᾽Αρνίου, ἔχο­ντες ἕκαστος κιθάρας, καὶ φιάλας χρυσᾶς πλήρεις θυμιαμάτων, αἵτινες εἶναι αἱ προσευχαὶ τῶν ἁγίων·

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.

10  καὶ ἔκαμες ἡμᾶς εἰς τὸν Θεὸν ἡμῶν βασιλεῖς καὶ ἱερεῖς· καὶ θέλομεν βασιλεύσει ἐπὶ τῆς γῆς.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

11 Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέ­ρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ, ῍Αξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφα­γμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.

11 Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κυκλόθεν τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυ­τέρων· καὶ ἦτο ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιά­δες χιλιάδων, 12 λέγοντες μετὰ φωνῆς μεγάλης, ῎Αξιον εἶναι τὸ ᾽Αρνίον τὸ ἐσφαγμένον νὰ λάβῃ τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 14 καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ᾽Αμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

13 Καὶ πᾶν κτίσμα τὸ ὁποῖον εἶναι ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ὅσα εἶναι ἐν τῇ θαλάσσῃ, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἤκουσα ὅτι ἔλεγον, Εἰς τὸν καθήμενον ἐπὶ τοῦ θρόνου καὶ εἰς τὸ ᾽Αρνίον ἔστω ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 14 Καὶ τὰ τέσσαρα ζῶα ἔλεγον, ᾽Αμήν· καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν τὸν ζῶντα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr