ΚΕΦΑΛΑΙΟ Δ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.  |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμοῦ λέγων, ᾽Ανάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. |
1 ΜΕΤΑ ταῦτα εἶδον, καὶ ἰδού θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ· καὶ ἡ φωνὴ ἡ πρώτη, τὴν ὁποίαν ἤκουσα, ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ, ἔλεγεν, ᾽Ανάβα ἐδὼ, καὶ θέλω σοι δείξει ὅσα πρέπει νὰ γείνωσι μετὰ ταῦτα.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
2 εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, 3 καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ. |
2 Καὶ εὐθὺς ἦλθον εἰς πνευματικὴν ἔκστασιν, καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τοῦ θρόνου ἦτό τις καθήμενος· 3 καὶ ὁ καθήμενος ἦτο ὅμοιος κατὰ τὴν θέαν μὲ λίθον ἴασπιν καὶ σάρδινον· καὶ ἦτο ἶρις κύκλῳ τοῦ θρόνου ὁμοία κατὰ τὴν θέαν μὲ σμάραγδον.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
4 καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. |
4 Καὶ κύκλῳ τοῦ θρόνου ἦσαν θρόνοι εἰκοσιτέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους εἶδον καθημένους τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους, ἐνδεδυμένους ἱμάτια λευκά· καὶ εἶχον ἐπὶ τὰς κεφαλὰς αὑτῶν στεφάνους χρυσοῦς·
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, |
5 καὶ ἐκ τοῦ θρόνου ἐξήρχοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί. Καὶ ἦσαν ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἔμπροσθεν τοῦ θρόνου, αἵτινες εἶναι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· |
6 Καὶ ἔμπροσθεν τοῦ θρόνου ἦτο θάλασσα ὑαλίνη, ὁμοία μὲ κρύσταλλον· καὶ ἐν τῷ μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῶα, γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
6 … Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· 7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ. 8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ' ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, ῞Αγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. |
6 … καὶ ἐν τῷ μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῶα, γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. 7 Καὶ τὸ ζῶον τὸ πρῶτον ἦτο ὅμοιον μὲ λέοντα, καὶ τὸ δεύτερον ζῶον ὅμοιον μὲ μοσχάριον, καὶ τὸ τρίτον ζῶον εἶχε τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῶον ἦτο ὅμοιον μὲ ἀετὸν πετώμενον. 8 Καὶ τὰ τέσσαρα ζῶα εἶχον ἕκαστον χωριστὰ ἀνὰ ἕξ πτέρυγας κυκλόθεν, καὶ ἔσωθεν ἦσαν γέμοντα ὀφθαλμῶν· καὶ δὲν παύουσιν ἡμέραν καὶ νύκτα λέγοντα, “῞Αγιος, ἅγιος, ἅγιος, Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ,” ὁ ῏Ην καὶ ὁ ῎Ων καὶ ὁ ᾽Ερχόμενος.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
9 καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες, 11 ῍Αξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν. |
9 Καὶ ὅταν προσφέρωσι τὰ ζῶα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν εἰς τὸν καθήμενον ἐπὶ τοῦ θρόνου, εἰς τὸν ζῶντα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι θέλουσι πέσει ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ θέλουσι προσκυνήσει τὸν ζῶντα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ θέλουσι βάλει τοὺς στεφάνους αὑτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, 11 ῎Αξιος εἶσαι, Κύριε, νὰ λάβῃς τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· διότι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ὑπάρχουσι καὶ ἐκτίσθησαν.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|