Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ Γ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΕΚΚΛΗΣΙΑ ΤΩΝ ΣΑΡΔΕΩΝ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλη­σίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.

1 ΚΑΙ πρὸς τὸν ἄγγελον τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Ταῦτα λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, καὶ τοὺς ἑπτὰ ἀστέρας· ᾽Εξεύρω ταὰ ἔργα σου, ὅτι τὸ ὄνομα ἔχεις ὅτι ζῇς, καὶ εἶσαι νεκρός.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· 3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.

2 Γίνου ἄγρυπνος, καὶ στήριξον τὰ λοιπά τὰ ὁποῖα μέλλουσι νὰ ἀποθάνωσι· διότι δὲν εὕρηκα τὰ ἔργα σου τέλεια ἐνώπιον τοῦ Θεοῦ. 3 ᾽Ενθυμοῦ λοιπὸν πῶς ἔλαβες καὶ ἤκουσας, καὶ φύλαττε αὐτὰ, καὶ μετανόησον· ἐὰν λοιπὸν δὲν ἀγρυπνήσῃς, θέλω ἐλθεῖ ἐπὶ σὲ ὡς κλέπτης, καὶ δὲν θέλεις γνωρίσει ποίαν ὥραν θέλω ἐλθεῖ ἐπὶ σέ.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5 ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλεί­ψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώ­πιον τῶν ἀγγέλων αὐτοῦ. 6 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

4 ῎Εχεις ὀλίγα ὀνόματα καὶ ἐν Σάρδεσι, τὰ ὁποῖα δὲν ἐμόλυναν τὰ ἱμάτια αὑτῶν· καὶ θέλουσι περιπατήσει μετ᾽ ἐμοῦ μὲ λευκά, διότι εἶναι ἄξιοι. 5 ῾Ο νικῶν, οὗτος θέλει ἐνδυθῆ ἱμάτια λευ­κά· καὶ δὲν θέλω ἐξαλείψει τὸ ὄνομα αὐ­τοῦ ἐκ τοῦ βιβλίου τῆς ζωῆς, καὶ θέ­λω ὁμολογήσει τὸ ὄνομα αὐτοῦ ἐνώ­πιον τοῦ Πατρὸς μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλα­δελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει· 8 Οἶδά σου τὰ ἔργα, ἰδοὺ δέ­δω­κα ἐνώπιόν σου θύραν ἠνεῳγμέ­νην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.

7 ΚΑΙ πρὸς τὸν ἄγγελον τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Ταῦτα λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὸ κλειδίον τοῦ Δαβίδ· ὅστις ἀνοί­γει, καὶ οὐδεὶς κλείει· καὶ κλείει, καὶ οὐδεὶς ἀνοίγει· 8 ᾽Εξεύρω τὰ ἔργα σου· ἰδού, ἔθεσα ἐνώπιόν σου θύραν ἀνεῳ­γμένην, καὶ οὐδεὶς δύναται νὰ κλείσῃ αὐτήν· διότι ἔχεις μικρὰν δύνα­μιν, καὶ ἐφύλαξας τὸν λόγον μου, καὶ δὲν ἠρνήθης τὸ ὄνομά μου.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

9 ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς ᾽Ιουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύ­δονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξου­σιν καὶ προσκυνήσουσιν ἐνώ­πιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.

9 ᾽Ιδού, θέλω κάμει τοὺς ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ οἵτινες λέγουσιν ἑαυτοὺς ὅτι εἶναι ᾽Ιουδαῖοι, καὶ δὲν εἶναι, ἀλλὰ ψεύδονται· ἰδού, θέλω κάμει αὐτοὺς νὰ ἔλθωσι καὶ νὰ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ νὰ γνωρίσωσιν ὅτι ἐγὼ σὲ ἠγάπησα.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ' αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς᾽Ιερουσαλήμ,ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

11 ᾽Ιδού, ἔρχομαι ταχέως· κράτει ἐκεῖνο τὸ ὁποῖον ἔχεις, διὰ νὰ μὴ λάβῃ μηδεὶς τὸν στέφανόν σου. 12 ῞Οστις νικᾷ, θέλω κάμει αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ δὲν θέλει ἐξέλθει πλέον ἔξω· καὶ θέλω γράψει ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς νέας ῾Ιερουσαλήμ, ἥτις καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ νέον. 13 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας.

 

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΛΑΟΔΙΚΕΙΑΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ᾽Αμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·

14 ΚΑΙ πρὸς τὸν ἄγγελον τῆς ἐκκλησίας τῶν Λαοδικέων γράψον, Ταῦτα λέγει ὁ ᾽Αμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,

15 ᾽Εξεύρω τὰ ἔργα σου, ὅτι οὔτε ψυχρὸς εἶσαι οὔτε ζεστός· εἴθε νὰ ἦσο ψυχρὸς ἤ ζεστός· 16 οὕτως, ἐπειδὴ εἶσαι χλιαρὸς, καὶ οὔτε ψυχρὸς οὔτε ζεστός, μέλλω νὰ σὲ ἐξεμέσω ἐκ τοῦ στόματός μου. 17 Διότι λέγεις, ῞Οτι πλούσιος εἶμαι, καὶ ἐπλούτησα, καὶ δὲν ἔχω χρείαν οὐδενός, καὶ δὲν ἐξεύρεις ὅτι σὺ εἶσαι ὁ ταλαίπωρος, καὶ ἐλεεινὸς, καὶ πτωχὸς, καὶ τυφλὸς, καὶ γυμνός·

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ.

20 ᾽Ιδού, ἵσταμαι εἰς τὴν θύραν καὶ κρούω· ἐὰν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, θέλω εἰσέλθει πρὸς αὐτὸν, καὶ θέλω δειπνήσει μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ' ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

21 ῞Οστις νικᾷ, θέλω δώσει εἰς αὐτὸν νὰ καθίσῃ μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, καθώς καὶ ἐγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρὸς μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr