Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ ΚΒ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΤΟ ΠΟΤΑΜΙ ΚΑΙ ΤΟ ΔΕΝΔΡΟ ΤΗΣ ΖΩΗΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου. 2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.

1 Καὶ μοὶ ἔδειξε καθαρὸν ποταμὸν ὕδατος τῆς ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐξερχόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ᾽Αρνίου. 2 ᾽Εν τῷ μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν, ἦτο τὸ δένδρον τῆς ζωῆς, φέρον καρποὺς δώδεκα, καθ᾽ ἕκαστον μῆνα κάμνον τὸν καρπὸν αὑτοῦ· καὶ τὰ φύλλα τοῦ δένδρου εἶναι εἰς θεραπείαν τῶν ἐθνῶν.

 

Η ΖΩΗ ΤΟΥ ΟΥΡΑΝΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

3 καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, 4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. 5 καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ἐπ' αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

3 Καὶ οὐδὲν ἀνάθεμα θέλει εἶσθαι πλέον· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ᾽Αρνίου θέλει εἶσθαι ἐν αὐτῇ· καὶ οἱ δοῦλοι αὐτοῦ θέλουσι λατρεύσει αὐτὸν. 4 Καὶ θέλουσιν ἰδεῖ τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ θέλει εἶσθαι ἐπὶ τῶν μετώπων αὐτῶν. 5 Καὶ νὺξ δὲν θέλει εἶσθαι ἐκεῖ· καὶ δὲν ἔχουσι χρείαν λύχνου καὶ φωτὸς ἡλίου, διότι Κύριος ὁ Θεὸς φωτίζει αὐτούς· καὶ θέλουσι βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

ΟΣΑ ΘΑ ΓΙΝΟΥΝ "ΕΝ ΤΑΧΕΙ"

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

6 Καὶ εἶπέν μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. 7 καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.

6 ΚΑΙ εἶπε πρὸς ἐμέ, Οὗτοι οἱ λόγοι εἶναι πιστοὶ καὶ ἀληθινοί· καὶ Κύριος ὁ Θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὑτοῦ, διὰ νὰ δείξῃ εἰς τοὺς δούλους αὐτοῦ τὰ ὅσα πρέπει νὰ γείνωσι ταχέως. 7 ᾽Ιδού ἔρχομαι ταχέως· μακάριος ὅστις φυλάττει τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.

 

ΤΟΝ ΘΕΟΝ ΠΡΟΣΚΥΝΗΣΟΝ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

8 Κἀγὼ ᾽Ιωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπρο­σθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. 9 καὶ λέγει μοι, ῞Ορα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφη­τῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύ­νησον. 10 καὶ λέγει μοι, Μὴ σφρα­γίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.

8 Καὶ ἐγὼ ὁ ᾽Ιωάννης εἶμαι ὁ ἰδὼν ταῦτα καὶ ἀκούσας· καὶ ὅτε ἤκουσα καὶ εἶδον, ἔπεσα νὰ προσκυνήσω ἔμπρο­σθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντος εἰς ἐμὲ ταῦτα. 9 Καὶ λέγει πρὸς ἐμέ, Πρόσεχε μὴ κάμῃς τοῦτο· διότι ἐγὼ εἶμαι σύνδουλός σου, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν φυλαττόντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τὸν Θεὸν προσκύνησον. 10 Καὶ λέγει πρὸς ἐμέ, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· διότι ὁ καιρὸς εἶναι ἐγγύς.

 

Ο ΑΓΙΟΣ ΠΙΟ ΑΓΙΟΣ ΚΑΙ Ο ΑΔΙΚΟΣ ΠΙΟ ΑΔΙΚΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. 12 ᾽Ιδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ' ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ. 13 ἐγὼ τὸ ῍Αλφα καὶ τὸ ῏Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος. 14 Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.

11 ῞Οστις ἀδικεῖ, ἄς ἀδικήσῃ ἔτι, καὶ ὅστις εἶναι μεμολυσμένος, ἄς μολυνθῇ ἔτι· καὶ ὁ δίκαιος ἄς γείνῃ ἔτι δίκαιος, καὶ ὁ ἅγιος ἄς γείνῃ ἔτι ἅγιος. 12 Καὶ ἰδού, ἔρχομαι ταχέως· καὶ ὁ μισθὸς μου εἶναι μετ᾽ ἐμοῦ, διὰ νὰ ἀποδώσω εἰς ἕκαστον ὡς θέλει εἶσθαι τὸ ἔργον αὐτοῦ. 13 ᾽Εγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος. 14 Μακάριοι οἱ πράττοντες τὰς ἐντολὰς αὐτοῦ, διὰ νὰ ἔχωσιν ἐξουσίαν ἐπὶ τὸ δένδρον τῆς ζωῆς, καὶ νὰ εἰσέλθωσι διὰ τῶν πυλώνων εἰς τὴν πόλιν.

 

ΕΞΩ ΟΙ ΑΜΕΤΑΝΟΗΤΟΙ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.

15 ῎Εξω δὲ εἶναι οἱ κύνες καὶ οἱ μάγοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ὁ ἀγαπῶν καὶ πράττων τὸ ψεῦδος.

 

ΕΛΘΕΤΩ Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

16 ᾽Εγὼ ᾽Ιησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός. 17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ῍Ερχου. καὶ ὁ ἀκούων εἰπάτω, ῍Ερχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.

16 ᾽Εγὼ ὁ ᾽Ιησοῦς ἔπεμψα τὸν ἄγγελόν μου νὰ μαρτυρήσῃ εἰς ἐσᾶς ταῦτα εἰς τὰς ἐκκλησίας· ἐγὼ εἶμαι ἡ ῥίζα καὶ τὸ γένος τοῦ Δαβίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς καὶ ὀρθρινός. 17 Καὶ ταὸ Πνεῦμα, καὶ ἡ νύμφη λέγουσιν, ᾽Ελθέ· καὶ ὅστις ἀκούει, ἄς εἴπῃ, ᾽Ελθέ· καὶ, ῞Οστις διψᾷ, ἄς ἔλθῃ· καὶ ὅστις θέλει, ἄς λαμβάνῃ δωρεὰν τὸ ὕδωρ τῆς ζωῆς.

 

ΑΠΑΓΟΡΕΥΕΤΑΙ ΠΡΟΣΘΕΣΗ ή ΑΦΑΙΡΕΣΗ ΣΤΟ ΛΟΓΟ ΤΟΥ ΘΕΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ' αὐτά, ἐπιθήσει ὁ θεὸς ἐπ' αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. 20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. ᾽Αμήν, ἔρχου, κύριε ᾽Ιησοῦ. 21 ῾Η χάρις τοῦ κυρίου ᾽Ιησοῦ μετὰ πάντων.

18 Διότι μαρτύρομαι εἰς πάντα ἀκούοντα τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ᾽Εὰν τις ἐπιθέσῃ εἰς ταῦτα, ὁ Θεὸς θέλει ἐπιθέσει εἰς αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ. 19 Καὶ ἐὰν τις ἀφαιρέσῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ὁ Θεὸς θέλει ἀφαιρέσει τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ βιβλίου τῆς ζωῆς, καὶ ἀπὸ τῆς πόλεως τῆς ἁγίας, καὶ τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. 20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχέως. ᾽Αμήν. Ναί, ἔρχου Κύριε ᾽Ιησοῦ. 21 ῾Η ΧΑΡΙΣ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ εἴη μετὰ πάντων ὑμῶν. ᾽Αμήν.

 

«Αμήν, έρχου Κύριε Ιησού»

[Προηγούμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr