ΚΕΦΑΛΑΙΟ ΚΑ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε. 
ΝΕΟΣ ΟΥΡΑΝΟΣ ΚΑΙ ΝΕΑ ΓΗ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. |
1 ΚΑΙ εἶδον οὐρανὸν νέον καὶ γῆν νέαν· διότι ὁ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε· καὶ ἡ θάλασσα δὲν ὑπάρχει πλέον.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
2 καὶ τὴν πόλιν τὴν ἁγίαν ᾽Ιερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης, ᾽Ιδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς μετ' αὐτῶν ἔσται, ἀὐτῶν θεός,῾4 καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθαν. |
2 Καὶ ἐγὼ ὁ ᾽Ιωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, τὴν νέαν ῾Ιερουσαλὴμ, καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην διὰ τὸν ἄνδρα αὑτῆς. 3 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, ᾽Ιδού ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ θέλει σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ θέλουσιν εἶσθαι λαοὶ αὐτοῦ, καὶ αὐτὸς ὁ Θεὸς θέλει εἶσθαι μετ᾽ αὐτῶν Θεὸς αὐτῶν. 4 Καὶ θέλει ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος δὲν θέλει ὑπάρχει πλέον· οὔτε πένθος, οὔτε κραυγὴ, οὔτε πόνος δὲν θέλουσιν ὑπάρχει πλέον· διότι τὰ πρῶτα παρῆλθον.
|
ΠΟΙΟΙ ΘΑ ΜΠΟΥΝ ΣΤΗ ΒΑΣΙΛΕΙΑ
ΣΤΗ ΝΕΑ ΔΗΜΙΟΥΡΓΙΑ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, ᾽Ιδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει, Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν. 6 καὶ εἶπέν μοι, Γέγοναν. ἐγώ ἐἰμι῾τὸ ῍Αλφα καὶ τὸ ῏Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. 7 ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. |
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, ᾽Ιδού, κάμνω νέα τὰ πάντα. Καὶ λέγει πρὸς ἐμέ, Γράψον· διότι οὗτοι οἱ λόγοι εἶναι ἀληθινοὶ καὶ πιστοί. 6 Καὶ εἶπε πρὸς ἐμέ, ᾽Ετελέσθη· ἐγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ᾽Εγὼ θέλω δώσει εἰς τὸν διψῶντα ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. 7 ῾Ο νικῶν θέλει κληρονομήσει τὰ πάντα, καὶ θέλω εἶσθαι εἰς αὐτὸν Θεὸς, καὶ αὐτὸς θέλει εἶσθαι εἰς ἐμὲ υἱός.
|
ΔΕΝ ΘΑ ΕΙΣΕΛΘΟΥΝ ΣΤΗ ΒΑΣΙΛΕΙΑ
ΑΛΛΑ ΣΤΗ ΛΙΜΝΗ ΤΟΥ ΠΥΡΟΣ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. |
8 Οἱ δὲ δειλοὶ καὶ ἄπιστοι καὶ βδελυκτοὶ καὶ φονεῖς καὶ πόρνοι καὶ μάγοι καὶ εἰδωλολάτραι, καὶ πάντες οἱ ψεῦσται, θέλουσιν ἔχει τὴν μερίδα αὑτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ μὲ πῦρ καὶ θεῖον· οὗτος εἶναι ὁ δεύτερος θάνατος.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν ᾽Ιερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν ᾽Ισραήλ· 13 ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· 14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα, καὶ ἐπ' αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. |
9 Καὶ ἦλθε πρὸς ἐμὲ εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς πλήρεις ἀπὸ τῶν ἑπτὰ ἐσχάτων πληγῶν, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, λέγων, ᾽Ελθέ, θέλω σοὶ δείξει τὴν νύμφην, τοῦ ᾽Αρνίου τὴν γυναῖκα. 10 Καὶ μὲ ἔφερεν ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ μοὶ ἔδειξε τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν ῾Ιερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· καὶ ἡ λαμπρότης αὐτῆς ἦτο ὁμοία μὲ λίθον πολύτιμον, ὡς λίθον ἴασπιν κρυσταλλίζοντα. 12 Καὶ εἶχε τεῖχος μέγα καὶ ὑψηλόν· εἶχε καὶ δώδεκα πυλῶνας, καὶ εἰς τοὺς πυλῶνας, δώδεκα ἀγγέλους, καὶ ὀνόματα ἐπιγεγραμμένα, τὰ ὁποῖα εἶναι τῶν δώδεκα φυλῶν τῶν υἱῶν ᾽Ισραήλ. 13 Πρὸς ἀνατολὰς, πυλῶνες τρεῖς· πρὸς βοῤῥᾶν, πυλῶνες τρεῖς· πρὸς νότον, πυλῶνες τρεῖς· πρὸς δυσμὰς, πυλῶνες τρεῖς. 14 Καὶ τὸ τεῖχος τῆς πόλεως εἶχε θεμέλια δώδεκα, καὶ ἐν αὐτοῖς τὰ ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ᾽Αρνίου.
|
ΟΙ ΔΙΑΣΤΑΣΕΙΣ ΚΑΙ ΤΑ ΥΛΙΚΑ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
15 Καὶ ὁ λαλῶν μετ' ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. 16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον καὶ τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. 17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. 18 καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ. 19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, 20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος. 21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. |
15 Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχε κάλαμον χρυσοῦν, διὰ νὰ μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. 16 Καὶ ἡ πόλις κεῖται τετράγωνος, καὶ τὸ μῆκος αὐτῆς εἶναι τοσοῦτον ὅσον καὶ τὸ πλάτος· καὶ ἐμέτρησε τὴν πόλιν μὲ τὸν κάλαμον, ἕως δώδεκα χιλιάδας σταδίων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς εἶναι ἴσα· 17 καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς, ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, κατὰ τὸ μέτρον τοῦ ἀνθρώπου, ἤγουν, τοῦ ἀγγέλου. 18 Καὶ ἡ οἰκοδόμησις τοῦ τείχους αὐτῆς ἦτο ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὁμοία μὲ ὕαλον καθαρόν. 19 Καὶ τὰ θεμέλια τοῦ τείχους τῆς πόλεως ἦσαν κεκοσμημένα μὲ πάντα λίθον πολύτιμον· τὸ πρῶτον θεμέλιον, ἴασπις· τὸ δεύτερον, σάπφειρος· τὸ τρίτον, χαλκηδών· τὸ τέταρτον, σμάραγδος· 20 τὸ πέμπτον, σαρδόνυξ· τὸ ἕκτον, σάρδιος· τὸ ἕβδομον, χρυσόλιθος· τὸ ὄγδοον, βήρυλλος· τὸ ἔννατον, τοπάζιον· τὸ δέκατον, χρυσόπρασος· τὸ ἑνδέκατον, ὑάκινθος· τὸ δωδέκατον, ἀμέθυστος. 21 Καὶ οἱ δώδεκα πυλῶνες ἦσαν δώδεκα μαργαρῖται, ἕκαστος τῶν πυλώνων ἦτο ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως, χρυσίον καθαρὸν, ὡς ὕαλος διαφανής.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. 23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. 24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν· 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ· 26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. |
22 Καὶ ναὸν δὲν εἶδον ἐν αὐτῇ· διότι ναὸς αὐτῆς εἶναι ὁ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ, καὶ τὸ ᾽Αρνίον. 23 Καὶ ἡ πόλις δὲν ἔχει χρείαν τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, διὰ νὰ φέγγωσιν ἐν αὐτῇ· διότι ἡ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς εἶναι τὸ ᾽Αρνίον. 24 Καὶ τὰ ἔθνη τῶν σωζομένων θέλουσι περιπατεῖ ἐν τῷ φωτὶ αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὑτῶν εἰς αὐτήν. 25 Καὶ οἱ πυλῶνες αὐτῆς δὲν θέλουσι κλεισθῆ τὴν ἡμέραν· διότι νὺξ δὲν θέλει εἶσθαι ἐκεῖ. 26 Καὶ θέλουσι φέρει τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 27 Καὶ δὲν θέλει εἰσέλθει εἰς αὐτὴν οὐδὲν τὸ ὁποῖον μιαίνει καὶ προξενεῖ βδέλυγμα, καὶ ψεῦδος· ἀλλὰ μόνον οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ᾽Αρνίου.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|