ΚΕΦΑΛΑΙΟ Κ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε. 
Ο ΣΑΤΑΝΑΣ ΔΕΜΕΝΟΣ 1.000 ΕΤΗ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2 καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν Διάβολος καὶ ὁ Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον. |
1 ΚΑΙ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ὅστις εἶχε τὸ κλειδίον τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐν τῇ χειρὶ αὑτοῦ. 2 Καὶ ἐπίασε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅστις εἶναι Διάβολος καὶ Σατανᾶς· καὶ ἔδεσεν αὐτὸν χίλια ἔτη. 3 Καὶ ἔῤῥιψεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν αὐτὸν, καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, διὰ νὰ μὴ πλανήσῃ τὰ ἔθνη πλέον, ἑωσοῦ πληρωθῶσι τὰ χίλια ἔτη· καὶ μετὰ ταῦτα πρέπει νὰ λυθῇ ὀλίγον καιρόν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ' αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν ᾽Ιησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη. 5 οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ' ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσιν μετ' αὐτοῦ τὰ χίλια ἔτη. |
4 Καὶ εἶδον θρόνους· καὶ ἐκάθισαν ἐπ᾽ αὐτῶν, καὶ κρίσις ἐδόθη εἰς αὐτοὺς· καὶ εἶδον τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν τοῦ ᾽Ιησοῦ, καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες δὲν προσεκύνησαν τὸ θηρίον, οὔτε τὴν εἰκόνα αὐτοῦ· καὶ δὲν ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον αὑτῶν καὶ ἐπὶ τὴν χεῖρα αὑτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ τὰ χίλια ἔτη. 5 Οἱ δὲ λοιποὶ τῶν νεκρῶν δὲν ἀνέζησαν ἑωσοῦ πληρωθῶσι τὰ χίλια ἔτη· αὕτη εἶναι ἡ ἀνάστασις ἡ πρώτη. 6 Μακάριος καὶ ἅγιος ὅστις ἔχει μέρος εἰς τὴν πρώτην ἀνάστασιν· ἐπὶ τούτων ὁ θάνατος ὁ δεύτερος δὲν ἔχει ἐξουσίαν, ἀλλὰ θέλουσιν εἶσθαι ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ θέλουσι βασιλεύσει μετ᾽ αὐτοῦ χίλια ἔτη.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9 καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· 10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
7 Καὶ ὅταν πληρωθῶσι τὰ χίλια ἔτη, θέλει λυθῆ ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὑτοῦ. 8 Καὶ θέλει ἐξέλθει διὰ νὰ πλανήσῃ τὰ ἔθνη τὰ εἰς τὰς τέσσαρας γωνίας τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, διὰ νὰ συνάξῃ αὐτοὺς εἰς πόλεμον, τῶν ὁποίων ὁ ἀριθμὸς εἶναι ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ περιεκύκλωσαν τὸ στρατόπεδον τῶν ἁγίων, καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτούς. 10 Καὶ ὁ Διάβολος ὁ πλανῶν αὐτοὺς ἐῤῥίφθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου εἶναι τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ θέλουσι βασανίζεσθαι ἡμέραν καὶ νύκτα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
|
Η ΚΡΙΣΗ ΜΠΡΟΣΤΑ ΣΤΟ ΛΕΥΚΟ ΘΡΟΝΟ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτόν, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. 13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. |
11 ΚΑΙ εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ᾽ αὐτοῦ, ἀπὸ προσώπου τοῦ ὁποίου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός· καὶ δὲν εὑρέθη τόπος δι᾽ αὐτά· 12 καὶ εἶδον τοὺς νεκρούς μικροὺς καὶ μεγάλους, ἱσταμένους ἐνώπιον τοῦ Θεοῦ, καὶ τὰ βιβλία ἠνοίχθησαν· καὶ βιβλίον ἄλλο ἠνοίχθη, τὸ ὁποῖον εἶναι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὑτῶν. 13 Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς ἐν αὐτῇ νεκρούς, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς ἐν αὑτοῖς νεκρούς· καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὑτῶν. 14 Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐῤῥίφθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος εἶναι ὁ δεύτερος θάνατος. 15 Καὶ ὅστις δὲν εὑρέθη γεγραμμένος ἐν τῷ βιβλίῳ τῆς ζωῆς, ἐῤῥίφθη εἰς τὴν λίμνην τοῦ πυρός.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|