Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ Β΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΟΙ ΕΠΤΑ ΕΚΚΛΗΣΙΕΣ

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΦΕΣΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Τῷ ἀγγέλῳ τῆς ἐν ᾽Εφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

1 ΠΡΟΣ τὸν ἄγγελον τῆς ἐκκλησίας τῆς ᾽Εφέσου γράψον, Ταῦτα λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὑτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

2 Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· 3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακες. 4 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.

2 ᾽Εξεύρω τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονὴν σου, καὶ ὅτι δὲν δύνασαι νὰ ὑποφέρῃς τοὺς κακούς· καὶ ἐδοκίμασας τοὺς λέγοντας ὅτι εἶναι ἀπόστολοι, καὶ δὲν εἶναι· καὶ εὗρες αὐτοὺς ψευδεῖς. 3 Καὶ ὑπέφερες, καὶ ἔχεις ὑπομονὴν, καὶ διὰ τὸ ὄνομά μου ἐκοπίασας, καὶ δὲν ἀπέκαμες. 4 Πλὴν ἔχω τι κατὰ σοῦ, διότι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ.

5 ᾽Ενθυμοῦ λοιπὸν πόθεν ἐξέπεσες, καὶ μετανόησον, καὶ κάμε τὰ πρῶτα ἔργα· εἰ δὲ μή, ἔρχομαι πρὸς σὲ ταχέως, καὶ θέλω κινήσει τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν δὲν μετανοήσῃς. 6 ῎Εχεις ὅμως τοῦτο, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, τὰ ὁποῖα καὶ ἐγὼ μισῶ. 7 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας· Εἰς τὸν νικῶντα, θέλω δώσει εἰς αὐτὸν νὰ φάγῃ ἐκ τοῦ ξύλου τῆς ζωῆς, τὸ ὁποῖον εἶναι ἐν μέσῳ τοῦ παραδείσου τοῦ Θεοῦ.

 

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΣΜΥΡΝΗΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9 Οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων ᾽Ιουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

8 ΚΑΙ πρὸς τὸν ἄγγελον τῆς ἐκκλησίας τῶν Σμυρναίων γράψον, Ταῦτα λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὅστις ἔγεινε νεκρὸς καὶ ἔζησεν· 9 ᾽Εξεύρω τὰ ἔργα σου καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, (εἶσαι ὅμως πλούσιος,) καὶ τὴν βλασφημίαν τῶν λεγόντων ἑαυτοὺς ὅτι εἶναι ᾽Ιουδαῖοι, καὶ δὲν εἶναι, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 Μὴ φοβοῦ μηδὲν ἐκ τῶν ὅσα μέλλεις νὰ πάθῃς· ἰδού, ὁ διάβολος μέλλει νὰ βάλῃ τινὰς ἐξ ὑμῶν εἰς φυλακὴν, διὰ νὰ δοκιμασθῆτε· καὶ θέλετε ἔχει θλίψιν δέκα ἡμερῶν. Γίνου πιστὸς μέχρι θανάτου, καὶ θέλω σοί δώσει τὸν στέφανον τῆς ζωῆς. 11 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας·῾Ο νικῶν δὲν θέλει ἀδικηθῆ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

 

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΠΕΡΓΑΜΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ᾽Αντιπᾶς ὁ μάρτυς μου ὁ πιστός μου, ὃς ἀπεκτάνθη παρ' ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.

12 ΚΑΙ πρὸς τὸν ἄγγελον τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Ταῦτα λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 ᾽Εξεύρω τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς, ὅπου εἶναι ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ δὲν ἠρνήθης τὴν πίστιν μου, καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ὑπῆρχεν ᾽Αντίπας ὁ μάρτυς μου ὁ πιστός, ὅστις ἐφονεύθη παρ᾽ ὑμῖν, ὅπου κατοικεῖ ὁ Σατανᾶς.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

14 ἀλλ' ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν ᾽Ισραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι· 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.

14 ῎Εχω ὅμως κατὰ σοῦ ὀλίγα, διότι ἔχεις ἐκεῖ τινὰς κρατοῦντας τὴν διδαχὴν τοῦ Βαλαάμ, ὅστις ἐδίδασκε τὸν Βαλὰκ νὰ βάλῃ σκάνδαλον ἐνώπιον τῶν υἱῶν ῾Ισραήλ, ὥστε νὰ φάγωσιν εἰδωλόθυτα καὶ νὰ πορνεύσωσιν. 15 Οὕτως ἔχεις καὶ σὺ τινὰς κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν· τὸ ὁποῖον μισῶ.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ' αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

16 Μετανόησον· εἰ δὲ μή, ἔρχομαι πρὸς σὲ ταχέως, καὶ θέλω πολεμήσει πρὸς αὐτοὺς μὲ τὴν ῥομφαίαν τοῦ στόματός μου. 17 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας· Εἰς τὸν νικῶντα, θέλω δώσει εἰς αὐτὸν νὰ φάγῃ ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ θέλω δώσει εἰς αὐτὸν ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα νέον γεγραμμένον, τὸ ὁποῖον οὐδεὶς γνωρίζει εἰμὴ ὁ λαμβάνων.

 

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΘΥΑΤΕΙΡΩΝ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19 Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.

18 ΚΑΙ πρὸς τὸν ἄγγελον τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, Ταῦτα λέγει ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὑτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὑτοῦ εἶναι ὅμοιοι μὲ χαλκολίβανον· 19 ᾽Εξεύρω τὰ ἔργα σου, καὶ τὴν ἀγάπην, καὶ τὴν διακονίαν, καὶ τὴν πίστιν, καὶ τὴν ὑπομονὴν σου, καὶ τὰ ἔργα σου, καὶ τὰ ἔσχατα, ὅτι εἶναι πλειότερα τῶν πρώτων.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα ᾽Ιεζάβελ, ἡ λέγουσα ἑαυ­τὴν προφῆτιν, καὶ διδάσκει καὶ πλα­νᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.

20 ῎Εχω ὅμως κατὰ σοῦ ὀλίγα, διότι ἀφίνεις τὴν γυναῖκα ᾽Ιεζάβελ, ἥτις λέ­γει ἑαυτὴν προφῆτιν, νὰ διδάσκῃ καὶ νὰ πλανᾷ τοὺς δούλους μου εἰς τὸ νὰ πορνεύ­ωσι καὶ νὰ τρώγωσιν εἰδω­λό­θυ­τα.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετα­νοῆ­σαι ἐκ τῆς πορνείας αὐτῆς. 22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς· 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώ­σονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.

21 Καὶ ἔδωκα εἰς αὐτὴν καιρὸν νὰ μετανοήσῃ ἐκ τῆς πορνείας αὑτῆς, καὶ δὲν μετενόησεν. 22 ᾽Ιδού, ἐγὼ βάλλω αὐ­τὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύ­οντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν δὲν μετανοήσωσιν ἐκ τῶν ἔργων αὑτῶν. 23 Καὶ τὰ τέκνα αὐτῆς θέλω ἀποκτείνει μὲ θάνατον. Καὶ θέλουσι γνωρίσει πᾶσαι αἱ ἐκκλησίαι, ὅτι ἐγὼ εἶμαι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ θέλω σᾶς δώσει εἰς ἕκαστον κατὰ τὰ ἔργα σας.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνω­σαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέ­γου­σιν, οὐ βάλλω ἐφ' ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω. 26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κερα­μικὰ συντρίβεται, 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

24 Λέγω δὲ πρὸς ἐσᾶς καὶ πρὸς τοὺς λοιποὺς τοὺς ἐν Θυατείροις, ὅσοι δὲν ἔχουσι τὴν διδαχὴν ταύτην, καὶ οἵτινες δὲν ἐγνώρισαν τὰ βάθη τοῦ Σατανᾶ, ὡς λέγουσι, Δὲν θέλω βάλει ἐφ' ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ἐκεῖνο τὸ ὁποῖον ἔχετε, κρατήσατε ἑωσοῦ ἔλθω. 26 Καὶ ὅστις νικᾷ, καὶ ὅστις φυλάττει μέχρι τέλους τὰ ἔργα μου, θέλω δώσει εἰς αὐτὸν ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27 καὶ θέλει “ποιμάνει αὐτοὺς ἐν ῥάβδῳ σιδη­ρᾷ· θέλουσι συντριφθῆ, ὡς τὰ σκεύη τοῦ κεραμέως·” καθώς καὶ ἐγὼ ἔλαβον παρὰ τοῦ Πατρὸς μου· 28 καὶ θέλω δώ­σει εἰς αὐτὸν τὸν ἀστέρα τὸν πρωϊνόν. 29 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα πρὸς τὰς ἐκκλησίας.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr