Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ ΙΘ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

Ο ΓΑΜΟΣ ΤΟΥ ΝΥΜΦΙΟΥ ΜΕ ΤΗ ΝΥΜΦΗ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων, ῾Αλληλουϊά· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, 2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. 3 καὶ δεύτερον εἴρηκαν, ῾Αλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, λέγοντες, ᾽Αμήν, ῾Αλληλουϊά. 5 Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα, Αἰνεῖτε τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.

1 ΚΑΙ μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ, λέγοντος, ᾽Αλληλούϊα, ἡ σωτηρία, καὶ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις ἀνήκουσιν εἰς Κύριον τὸν Θεὸν ἡμῶν· 2 διότι ἀληθιναὶ καὶ δίκαιαι εἶναι αἱ κρίσεις αὐτοῦ· διότι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις ἔφθειρε τὴν γῆν μὲ τὴν πορνείαν αὑτῆς, καὶ ἐξεδίκησεν ἐκ τῆς χειρὸς αὐτῆς τὸ αἷμα τῶν δούλων αὑτοῦ. 3 Καὶ ἐκ δευτέρου εἶπον, ᾽Αλληλούϊα. Καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4 Καὶ ἔπεσον οἱ εἰκοσιτέσ­σαρες πρεσβύτεροι, καὶ τὰ τέσσαρα ζῶα, καὶ προσεκύνησαν τὸν Θεὸν τὸν καθήμενον ἐπὶ τοῦ θρόνου, λέγοντες, ᾽Αμήν· ᾽Αλληλούϊα. 5 Καὶ ἐξῆλθεν ἐκ τοῦ θρόνου φωνή, λέγουσα, Αἰνεῖτε τὸν Θεὸν ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτὸν, καὶ οἱ μικροὶ καὶ οἱ μεγάλοι.

 

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, ῾Αλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ. 7 χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσωμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν· 8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. 9 Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. 10 καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, ῞Ορα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν ᾽Ιησοῦ· τῷ θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία ᾽Ιησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.

6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων, ᾽Αλληλούϊα, διότι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. 7 ῎Ας χαίρωμεν καὶ ἄς ἀγαλλώμεθα, καὶ ἄς δώσωμεν τὴν δόξαν εἰς αὐτόν· διότι ἦλθεν ὁ γάμος τοῦ ᾽Αρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. 8 Καὶ ἐδόθη εἰς αὐτὴν νὰ ἐνδυθῇ βύσσινον καθαρὸν καὶ λαμπρόν· διότι τὸ βύσσινον εἶναι τὰ δικαιώματα τῶν ἁγίων. 9 Καὶ λέγει πρὸς ἐμέ, Γράψον, Μακάριοι οἱ κεκλημένοι εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ᾽Αρνίου. Καὶ λέγει πρὸς ἐμέ, Οὗτοι εἶναι οἱ ἀληθινοὶ λόγοι τοῦ Θεοῦ. 10 Καὶ ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ, διὰ νὰ προσκυνήσω αὐτόν· καὶ λέγει μοι, Πρόσεχε μὴ κάμῃς τοῦτο· ἐγὼ εἶμαι σύνδουλός σου καὶ τῶν ἀδελφῶν σου οἵτινες ἔχουσι τὴν μαρτυρίαν τοῦ ᾽Ιηςοῦ· τὸν Θεὸν προσκύνησον· διότι ἡ μαρτυρία τοῦ ᾽Ιησοῦ εἶναι τὸ πνεῦμα τῆς προφητείας.

 

Η ΔΕΥΤΕΡΑ ΕΛΕΥΣΗ - ΕΠΙΦΑΝΕΙΑ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολε­μεῖ. 12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ. 14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ' ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσ­σινον λευκὸν καθαρόν. 15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.

11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ, ἵππος λευκός, καὶ ὁ καθήμε­νος ἐπ᾽ αὐτὸν ἐκαλεῖτο Πιστὸς καὶ ᾽Αληθινός, καὶ κρίνει καὶ πολεμεῖ ἐν δικαιοσύνῃ. 12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς φλὸξ πυρός, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ διαδήματα πολλά· καὶ εἶχεν ὄνομα γεγραμμένον, τὸ ὁποῖον οὐδεὶς γνωρίζει εἰμὴ αὐτός· 13 Καὶ ἦτο ἐνδεδυμένος ἱμάτιον βεβαμμένον μὲ αἷμα· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, ῾Ο ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ. 14 Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκο­λού­θουν αὐτὸν ἐφ᾽ ἵππων λευκῶν, ἐνδεδυμένοι βύσσινον λευκὸν καὶ καθαρόν. 15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐξέρχεται ῥομφαία κοπτερά, διὰ νὰ κτυπᾷ μὲ αὐτὴν τὰ ἔθνη· καὶ αὐτὸς θέλει “ποιμάνει αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·” καὶ αὐτὸς πατεῖ τὸν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος. 16 Καὶ ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὑτοῦ ἔχει γεγραμμένον τὸ ὄνομα, ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.

 

Η ΑΝΤΙΣΤΑΣΗ ΚΑΙ ΚΑΤΑΣΤΡΟΦΗ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ

ΜΑΧΗ ΑΡΜΑΓΕΔΩΝΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιά­ρ­χων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ' αὐτῶν καὶ σάρκας πάντων ἐλευθέ­ρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων. 19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ' αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ ση­μεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνη­σεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

17 Καὶ εἶδον ἕνα ἄγγελον ἱστάμενον ἐν τῷ ἡλίῳ· καὶ ἔκραξε μετὰ φωνῆς μεγάλης, λέγων πρὸς πάντα τὰ ὄρνεα τὰ πετώμενα εἰς τὸ μεσουράνημα, ῎Ελθετε, καὶ συνάγεσθε εἰς τὸ δεῖπνον τοῦ μεγάλου Θεοῦ, 18 διὰ νὰ φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιά­ρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων. 19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα, διὰ νὰ κάμωσι πόλεμον μὲ τὸν καθήμενον ἐπὶ τοῦ ἵππου, καὶ μὲ τὸ στράτευμα αὐτοῦ. 20 Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετὰ τούτου ὁ ψευδοπροφήτης ὅστις ἔκαμε τὰ σημεῖα ἐνώπιον αὐτοῦ, μὲ τὰ ὁποῖα ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τὴν εἰκόνα αὐτοῦ· ζῶντες ἐῤῥίφθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρός τὴν καιομένην μὲ τὸ θεῖον. 21 Καὶ οἱ λοιποὶ ἐφονεύθησαν μὲ τὴν ῥομφαίαν τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τὴν ἐξερχομένην ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr