ΚΕΦΑΛΑΙΟ ΙΗ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε. 
Η ΒΑΒΥΛΩΝΑ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων, ῍Επεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, 3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. |
1 Καὶ μετὰ ταῦτα εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ὅστις εἶχεν ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2 Καὶ ἔκραξε δυνατὰ μετὰ φωνῆς μεγάλης, λέγων, “῎Επεσεν, ἔπεσε Βαβυλὼν” ἡ μεγάλη, καὶ ἔγεινε κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μισητοῦ· 3 διότι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς ἔπιον πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς ἐπόρνευσαν μετ᾽ αὐτῆς, καὶ οἱ ἔμποροι τῆς γῆς ἐπλούτησαν ἐκ τῆς ὑπερβολῆς τῆς ἐντρυφήσεως αὐτῆς.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, ᾽Εξέλθατε, ὁ λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· 5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. 6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· 7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω· 8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. |
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, ᾽Εξέλθετε ἐξ αὐτῆς, ὁ λαὸς μου, διὰ νὰ μὴ συγκοινωνήσητε εἰς τὰς ἁμαρτίας αὐτῆς, καὶ νὰ μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς· 5 διότι αἱ ἁμαρτίαι αὐτῆς ἔφθασαν ἕως τοῦ οὐρανοῦ, καὶ ἐνεθυμήθη ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς. 6 ᾽Απόδοτε εἰς αὐτὴν, ὡς καὶ αὐτὴ ἀπέδωκεν εἰς ἐσᾶς, καὶ διπλασιάσατε εἰς αὐτὴν διπλάσια κατὰ τὰ ἔργα αὐτῆς· μὲ τὸ ποτήριον μὲ τὸ ὁποῖον ἐκέρασε, διπλάσιον κεράσατε εἰς αὐτήν. 7 ῞Οσον ἐδόξασεν ἑαυτὴν καὶ κατετρύφησε, τόσον βασανισμὸν καὶ πένθος δότε εἰς αὐταήν· διότι λέγει ἐν τῇ καρδίᾳ αὑτῆς, Κάθημαι βασίλισσα, καὶ χήρα δὲν εἶμαι, καὶ πένθος δὲν θέλω ἰδεῖ. 8 Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ θέλουσιν ἐλθεῖ αἱ πληγαὶ αὐταῆς, θάνατος καὶ πένθος καὶ πεῖνα· καὶ θέλει κατακαυθῆ ἐν πυρί, διότι ἰσχυρὸς εἶναι Κύριος ὁ Θεὸς ὁ κρίνων αὐτήν.
|
ΠΟΙΟΙ ΘΑ ΚΛΑΨΟΥΝ ΓΙΑ ΤΗ ΒΑΒΥΛΩΝΑ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. |
9 Καὶ θέλουσι κλαύσει αὐτὴν καὶ πενθήσει δι᾽ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ πορνεύσαντες καὶ κατατρυφήσαντες μετ᾽ αὐτῆς, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρπολήσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἱστάμενοι, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, διότι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
|
ΠΟΙΟΙ ΘΑ ΚΛΑΨΟΥΝ ΓΙΑ ΤΗ ΒΑΒΥΛΩΝΑ
- ΟΙ ΕΜΠΟΡΟΙ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
11 Καὶ οἱ ἔμποροι ταῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν. 15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, 16 λέγοντες, Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, |
11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσι καὶ πενθοῦσι δι᾽ αὐτήν, διότι οὐδεὶς ἀγοράζει πλέον τὰς πραγματείας αὐτῶν· 12 πραγματείας χρυσοῦ καὶ ἀργύρου, καὶ λίθων τιμίων, καὶ μαργαριτῶν, καὶ βύσσου, καὶ πορφύρας, καὶ μετάξης, καὶ κοκκίνου· καὶ πᾶν ξύλον ἀρωματικὸν, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου πολυτίμου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου· 13 καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα, καὶ ἵππους, καὶ ἁμάξας, καὶ ἀνδράποδα, καὶ ψυχὰς ἀνθρώπων. 14 Καὶ τὰ ὀπωρικὰ τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἔφυγον ἀπὸ σοῦ, καὶ πάντα τὰ παχέα καὶ τὰ λαμπρὰ ἔφυγον ἀπὸ σοῦ, καὶ πλέον δὲν θέλεις εὑρεῖ αὐτά. 15 Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐταῆς, θέλουσι σταθῆ ἀπὸ μακρόθεν διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, 16 καὶ λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ ἐνδεδυμένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη μὲ χρυσὸν καὶ λίθους τιμίους καὶ μαργαρίτας·
|
ΘΑ ΚΛΑΨΟΥΝ ΚΑΙ ΟΙ ΕΦΟΠΛΙΣΤΕΣ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν 18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. 20 Εὐφραίνου ἐπ' αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. 21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, 24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς. |
17 διότι ἐν μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς πλοίαρχος, καὶ πᾶν τὸ πλῆθος τὸ ἐπὶ τῶν πλοίων, καὶ ναῦται, καὶ ὅσοι ἐμπορεύονται διὰ τῆς θαλάσσης, ἐστάθησαν ἀπὸ μακρόθεν, 18 καὶ ἔκραζον, βλέποντες τὸν καπνὸν τῆς πυρπολήσεως αὐτῆς, λέγοντες, Ποία πόλις ἐστάθη ὁμοία μὲ τὴν πόλιν τὴν μεγάλην; 19 Καὶ ἔβαλον χῶμα ἐπὶ τὰς κεφαλὰς αὑτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν ἐκ τῆς ἀφθονίας αὐτῆς πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ, διότι ἐν μιᾷ ὥρᾳ ἠρημώθη. 20 Εὐφραίνου ἐπ᾽ αὐτήν, οὐρανέ, καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται, διότι ἔκρινεν ὁ Θεὸς τὴν κρίσιν σας ἐναντίον αὐτῆς. 21 Καὶ ἐσήκωσεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μυλόπετραν μεγάλην, καὶ ἔῤῥιψεν εἰς τὴν θάλασςαν, λέγων, Οὕτω μὲ ὁρμὴν θέλει ῥιφθῆ ἡ Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ δὲν θέλει εὑρεθῆ πλέον. 22 Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν δὲν θέλει ἀκουσθῆ πλέον ἐν σοί· καὶ πᾶς τεχνίτης πάσης τέχνης δὲν θέλει εὑρεθῆ πλέον ἐν σοί· καὶ φωνὴ μύλου δὲν θέλει ἀκουσθῆ πλέον ἐν σοί· 23 καὶ φῶς λύχνου δὲν θέλει φέγγει πλέον ἐν σοί· καὶ φωνὴ νυμφίου καὶ νύμφης δὲν θέλει ἀκουσθῆ πλέον ἐν σοί· διότι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστάνες τῆς γῆς, διότι μὲ τὴν γοητείαν σου ἐπλανήθησαν πάντα τὰ ἔθνη. 24 Καὶ ἐν αὐτῇ εὑρέθη αἷμα προφητῶν καὶ ἁγίων, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|