ΚΕΦΑΛΑΙΟ ΙΖ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε. 
Η ΚΡΙΣΗ ΤΗΣ ΠΟΡΝΗΣ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, 2 μεθ' ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. |
1 ΚΑΙ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, λέγων μοι, ᾽Ελθέ, θέλω σοὶ δείξει τὴν κρίσιν τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν, 2 μετὰ τῆς ὁποίας ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
|
Η ΒΑΒΥΛΩΝΑ Η ΜΗΤΕΡΑ ΤΩΝ ΠΟΡΝΩΝ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, 5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων ᾽Ιησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. |
3 Καὶ μὲ ἔφερεν ἐν πνεύματι εἰς ἔρημον· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4 Καὶ ἡ γυνὴ ἦτο ἐνδεδυμένη πορφύραν καὶ κόκκινον, καὶ κεχρυσωμένη μὲ χρυσὸν καὶ λίθους τιμίους καὶ μαργαρίτας, ἔχουςα ἐν τῇ χειρὶ αὑτῆς χρυσοῦν ποτήριον, γέμον βδελυγμάτων καὶ ἀκαθαρσίας τῆς πορνείας αὑτῆς· 5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ἦτο ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6 Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων τοῦ ᾽Ιησοῦ. Καὶ ἰδών αὐτήν, ἐθαύμασα θαυμασμὸν μέγαν.
|
ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΒΑΒΥΛΩΝΑΣ ΚΑΙ ΤΟΥ ΘΗΡΙΟΥ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
7 καὶ εἶπέν μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· 8 τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται. |
7 Καὶ μοὶ εἶπεν ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; ἐγὼ θέλω σοὶ εἰπεῖ τὸ μυστήριον τῆς γυναικὸς, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τὸ ὁποῖον ἔχει τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 8 Τὸ θηρίον τὸ ὁποῖον εἶδες, ἦτο, καὶ δὲν εἶναι, καὶ μέλλει νὰ ἀναβῇ ἐκ τῆς ἀβύσσου καὶ νὰ ὑπάγῃ εἰς ἀπώλειαν· καὶ θέλουσι θαυμάσει οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, τῶν ὁποίων τὰ ὀνόματα δὲν εἶναι γεγραμμένα ἐν τῷ βιβλίῳ τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον τὸ ὁποῖον ἦτο, καὶ δὲν εἶναι, ἄν καὶ ἦναι.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
9 ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· 10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. 11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. |
9 ᾽Εδὼ εἶναι ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ εἶναι ἑπτὰ ὄρη, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. 10 Καὶ εἶναι ἑπτὰ βασιλεῖς· οἱ πέντε ἔπεσαν, καὶ ὁ εἷς εἶναι, ὁ ἄλλος δὲν ἦλθεν ἔτι, καὶ ὅταν ἔλθῃ, ὀλίγον πρέπει νὰ μείνῃ. 11 Καὶ τὸ θηρίον τὸ ὁποῖον ἦτο, καὶ δὲν εἶναι, εἶναι καὶ αὐτὸς ὁ ὄγδοος, καὶ εἶναι ἐκ τῶν ἑπτά, καὶ ὑπάγει εἰς ἀπώλειαν. 12 Καὶ τὰ δέκα κέρατα τὰ ὁποῖα εἶδες, εἶναι δέκα βασιλεῖς, οἵτινες βασιλείαν δὲν ἔλαβον ἔτι, ἀλλὰ μίαν ὥραν λαμβάνουσιν ἐξουσίαν ὡς βασιλεῖς μετὰ τοῦ θηρίου. 13 Οὗτοι ἔχουσι μίαν γνώμην, καὶ θέλουσι παραδώσει εἰς τὸ θηρίον τὴν δύναμιν καὶ τὴν ἐξουσίαν ἑαυτῶν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15 Καὶ λέγει μοι, Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς. |
14 Οὗτοι θέλουσι πολεμήσει μὲ τὸ ᾽Αρνίον, καὶ τὸ ᾽Αρνίον θέλει νικήσει αὐτούς, διότι εἶναι Κύριος τῶν κυρίων καὶ Βασιλεὺς τῶν βασιλέων· καὶ ὅσοι εἶναι μετ᾽ αὐτοῦ, εἶναι κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15 Καὶ μοὶ λέγει, Τὰ ὕδατα τὰ ὁποῖα εἶδες, ὅπου ἡ πόρνη κάθηται, εἶναι λαοὶ καὶ ὄχλοι, καὶ ἔθνη καὶ γλῶσσαι. 16 Καὶ τὰ δέκα κέρατα, τὰ ὁποῖα εἶδες ἐπὶ τὸ θηρίον, οὗτοι θέλουσι μισήσει τὴν πόρνην, καὶ θέλουσι κάμει αὐτὴν ἠρημωμένην καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς θέλουσι φάγει, καὶ αὐτὴν θέλουσι κατακαύσει ἐν πυρί· 17 διότι ὁ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν νὰ κάμωσι τὴν γνώμην αὐτοῦ, καὶ νὰ γείνωσι τῆς αὐτῆς γνώμης, καὶ νὰ δώσωσι τὴν βασιλείαν αὑτῶν εἰς τὸ θηρίον, ἑωσοῦ ἐκτελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ. 18 Καὶ ἡ γυνή τὴν ὁποίαν εἶδες, εἶναι ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|