Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ ΙΣΤ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

Η ΠΡΩΤΗ ΦΙΑΛΗ

ΕΛΚΟΣ ΚΑΚΟ ΚΑΙ ΠΟΝΗΡΟ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, ῾Υπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν. 2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

1 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τοῦ ναοῦ λέγουσαν πρὸς τοὺς ἑπτὰ ἀγγέλους, ῾Υπάγετε καὶ ἐκχέατε εἰς τὴν γῆν τὰς φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ. 2 Καὶ ὑπῆγεν ὁ πρῶτος, καὶ ἐξέχεε τὴν φιάλην αὑτοῦ ἐπὶ τὴν γῆν· καὶ ἔγεινεν ἕλκος κακὸν καὶ πονηρὸν εἰς τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τὴν εἰκόνα αὐτοῦ.

 

Η ΔΕΥΤΕΡΗ ΦΙΑΛΗ

Η ΘΑΛΑΣΣΑ ΑΙΜΑ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν, τὰ ἐν τῇ θαλάσσῃ.

3  Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὑτοῦ εἰς τὴν θάλασσαν, καὶ ἔγεινεν αἷμα ὡς νεκροῦ· καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.

 

Η ΤΡΙΤΗ ΦΙΑΛΗ

ΤΑ ΝΕΡΑ ΑΙΜΑ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. 5 καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, 6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν· ἄξιοί εἰσιν. 7 καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος, Ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

4 Καὶ ὁ τρίτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὑτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἔγεινεν αἷμα. 5 Καὶ ἤκουσα τὸν ἄγγελον τῶν ὑδάτων λέγοντα, Δίκαιος εἶσαι, Κύριε, ὁ ῎Ων καὶ ὁ ῏Ην καὶ ὁ ῞Οσιος, διότι ἔκρινας ταῦτα· 6 ἐπειδὴ αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα ἔδω­κας εἰς αὐτοὺς νὰ πίωσι· διότι ἄξιοι εἶναι. 7 Καὶ ἤκουσα ἄλλον ἐκ τοῦ θυ­σια­στηρίου λέγοντα, Ναί, Κύριε Θεὲ Παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

 

Η ΤΕΤΑΡΤΗ ΦΙΑΛΗ

ΚΑΥΣΩΝΑΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

8 Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί. 9 καὶ ἐκαυματί­σθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλα­σφή­μησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πλη­γὰς ταύτας, καὶ οὐ μετενό­ησαν δοῦναι αὐτῷ δόξαν.

8 Καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὑτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη εἰς αὐτὸν νὰ καυματίσῃ τοὺς ἀνθρώ­πους μὲ πῦρ. 9 Καὶ ἐκαυματί­σθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφή­μησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας· καὶ δὲν μετενόησαν ὥστε νὰ δώσωσι δόξαν εἰς αὐτόν.

 

Η ΠΕΜΠΤΗ ΦΙΑΛΗ

ΣΚΟΤΑΔΙ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

0 Καὶ ὁ πέμπτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὑτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἔγεινεν ἡ βασιλεία αὐτοῦ πλήρης σκότους· καὶ ἐμάσσουν τὰς γλώσσας αὑτῶν ἐκ τοῦ πόνου· 11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ διὰ τοὺς πόνους αὑτῶν καὶ διὰ τὰ ἕλκη αὑτῶν, καὶ δὲν μετενόησαν ἀπὸ τῶν ἔργων αὑτῶν.

 

ΕΚΤΗ ΦΙΑΛΗ

ΕΠΙΣΤΡΑΤΕΥΣΗ ΑΝΤΙΧΡΙΣΤΟΥ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι·
14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος.
15 ᾽Ιδοὺ ἔρχο­μαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.

16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ῾Εβραϊστὶ ῾Αρμαγεδών.

12 Καὶ ὁ ἕκτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὑτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, διὰ νὰ ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶν ἡλίου. 13 Καὶ εἶδον τρία ἀκάθαρτα πνεύματα ὅμοια μὲ βατράχους, ἐξερχόμενα ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου· 14 διότι εἶναι πνεύματα δαιμόνων ἐκτελοῦντα σημεῖα, τὰ ὁποῖα ἐκπορεύονται πρὸς τοὺς βασιλεῖς τῆς γῆς καὶ τῆς οἰκουμένης ὅλης, διὰ νὰ συνάξωσιν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ Παντοκράτορος. 15 (᾽Ιδού, ἔρχομαι ὡς κλέπτης· μακάριος ὅστις ἀγρυπνεῖ, καὶ φυλάττει τὰ ἱμάτια αὑτοῦ, διὰ νὰ μὴ περιπατῇ γυμνὸς, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.)

 16 Καὶ συνήθροισεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ῾Εβραϊστὶ ᾽Αρμαγεδδών.

 

Η ΕΒΔΟΜΗ ΦΙΑΛΗ

Ο ΠΙΟ ΜΕΓΑΛΟΣ ΣΕΙΣΜΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, Γέγονεν. 18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας οἷος οὐκ ἐγένετο ἀφ' οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας. 19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

17 Καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεε τὴν φιάλην αὑτοῦ εἰς τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, ᾽Ετελέσθη. 18 Καὶ ἔγειναν φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαί, καὶ ἔγεινε σεισμὸς μέγας, ὁποῖος δὲν ἔγεινεν ἀφοῦ οἱ ἄνθρωποι ὑπῆρξαν ἐπὶ τῆς γῆς, τόσον πολλὰ μεγάλος σεισμός. 19 Καὶ διῃρέθη ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον. Καὶ Βαβυλὼν ἡ μεγάλη ἦλθεν εἰς ἐνθύμησιν ἐνώπιον τοῦ Θεοῦ, διὰ νὰ δώσῃ εἰς αὐτὴν τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὑτοῦ. 20 Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ τὰ ὄρη δὲν εὑρέθησαν. 21 Καὶ χάλαζα μεγάλη ἕως ἑνὸς ταλάντου κατέβαινεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν διὰ τὴν πληγὴν τῆς χαλάζης, διότι ἡ πληγὴ αὐτῆς ἦτο μεγάλη σφόδρα.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr