Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ ΙΕ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΟΙ ΝΙΚΗΤΕΣ ΣΤΟΝ ΟΥΡΑΝΑ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ. 2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμι­γμέ­νην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. 3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν. 4 τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώ­πιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

1 ΚΑΙ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτά, οἵτινες εἶχον τὰς ἑπτὰ ἐσχάτας πληγάς, διότι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. 2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμι­γμένην μὲ πῦρ· καὶ ἐκείνους οἵτινες ἐνίκησαν κατὰ τοῦ θηρίου καὶ κατὰ τῆς εἰκόνος αὐτοῦ, καὶ κατὰ τοῦ χαράγματος αὐτοῦ, καὶ κατὰ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἱσταμένους ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ· 3 καὶ ἔψαλλον τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ᾽Αρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε Θεὲ Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοὶ σου, βασιλεῦ τῶν ἁγίων. 4 Τίς δὲν θέλει σὲ φοβηθῆ, Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; διότι εἶσαι μόνος ὅσιος· διότι πάντα τὰ ἔθνη θέλουσιν ἐλθεῖ καὶ προσκυνήσει ἐνώπιόν σου· διότι αἱ κρίσεις σου ἐφανερώθησαν.


ΟΙ ΕΠΤΑ ΦΙΑΛΕΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, 6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι ὀἱ῾ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιε­ζω­σμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. 7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ἠνοίχθη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ. 6 Καὶ ἐξῆλθον ἐκ τοῦ ναοῦ οἱ ἑπτὰ ἄγγελοι, ἔχοντες τὰς ἑπτὰ πληγάς, ἐνδεδυμένοι λινᾶ καθαρὰ καὶ λαμπρὰ, καὶ περιε­ζωσμένοι περὶ τὰ στήθη ζῶνας χρυσᾶς. 7 ΚΑΙ ἕν ἐκ τῶν τεσσάρων ζώων ἔδωκεν εἰς τοὺς ἑπτὰ ἀγγέλους ἑπτὰ φιάλας χρυσᾶς, πλήρεις τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8 Καὶ ἐγεμίσθη ὁ ναὸς ἀπὸ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἠδύνατο νὰ εἰσέλθῃ εἰς τὸν ναόν, ἑωσοῦ τελειώσωσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr