Tuesday, 27 July, 2010 Αρχική - Home

NM1

ΚΕΦΑΛΑΙO

΄Εισαγωγή

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΚΕΦΑΛΑΙΟ ΙΔ΄

Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.

ΟΙ 144.000 ΙΣΡΑΗΛΙΤΕΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐ­τῶν. 2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐ­τῶν. 3 καὶ ᾄδουσιν ὡς ᾠδὴν και­νὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώ­πιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσ­βυ­τέρων· καὶ οὐδεὶς ἐδύνα­το μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσε­ρά­κοντα τέσσαρες χιλιάδες, οἱ ἠγο­ρα­σμένοι ἀπὸ τῆς γῆς.

1 ΚΑΙ εἶδον, καὶ ἰδοὺ ᾽Αρνίον ἱστάμενον ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὑτῶν. 2 Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἤκουσα φωνὴν κιθαρῳδῶν οἵτινες ἐκιθάριζον μὲ τὰς κιθάρας αὑτῶν. 3 Καὶ ἔψαλλον ὡς ᾠδὴν νέαν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσ­σάρων ζώων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἠδύνατο νὰ μάθῃ τὴν ᾠδήν, εἰμὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσ­σαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.

 

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, 5 καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοί εἰσιν.

4 Οὗτοι εἶναι οἱ μὴ μολυνθέντες μὲ γυναῖκας· διότι παρθένοι εἶναι· οὗτοι εἶναι οἱ ἀκολουθοῦντες τὸ ᾽Αρνίον ὅπου ἄν ὑπάγῃ, οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ εἰς τὸν Θεὸν καὶ εἰς τὸ ᾽Αρνίον. 5 Καὶ ἐν τῷ στόματι αὐτῶν δὲν εὑρέθη δόλος· διότι εἶναι ἄμωμοι ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ.

 

ΟΙ ΑΓΓΕΛΟΙ ΚΗΡΥΤΤΟΥΝ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, 7 λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

6 ΚΑΙ εἶδον ἄλλον ἄγγελον πετώμενον εἰς τὸ μεσουράνημα, ὅστις εἶχεν εὐαγγέλιον αἰώνιον, διὰ νὰ κηρύξῃ εἰς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ εἰς πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν· 7 καὶ ἔλεγε μετὰ φωνῆς μεγάλης, Φοβήθητε τὸν Θεὸν, καὶ δότε δόξαν εἰς αὐτόν, διότι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ· καὶ προσκυνήσατε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰς πηγὰς τῶν ὑδάτων.

 

Η ΒΑΒΥΛΩΝΑ ΘΑ ΠΕΣΕΙ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

8 Καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων, ῍Επεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

8 Καὶ ἄλλος ἄγγελος ἠκολούθησε, λέγων, “῎Επεσεν, ἔπεσε Βαβυλὼν,” ἡ πόλις ἡ μεγάλη· διότι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὑτῆς ἐπότισε πάντα τὰ ἔθνη.

 

ΤΡΙΤΟΣ ΑΓΓΕΛΟΣ: "ΜΗ ΒΑΛΕΤΕ ΤΟ ΧΑΡΑΓΜΑ"

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

9 Καὶ τρίτος ἄγγελος ἠκολούθησεν αὐτούς, λέγων μετὰ φωνῆς μεγάλης, ῞Οστις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὑτοῦ ἤ ἐπὶ τῆς χειρὸς αὑτοῦ, 10 καὶ αὐτὸς θέλει πίει ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ· καὶ θέλει βασανισθῆ μὲ πῦρ καὶ θεῖον ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ᾽Αρνίου. 11 Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν ἀναβαίνει εἰς αἰῶνας αἰώνων· καὶ δὲν ἔχουσιν ἀνάπαυσιν ἡμέραν καὶ νύκτα ὅσοι προσκυνοῦσι τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ ὅστις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

 

ΜΑΚΑΡΙΟΙ ΟΣΟΙ ΠΕΘΑΙΝΟΥΝ ΑΠΟ ΤΩΡΑ ΕΝ ΚΥΡΙΩ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

12 ῟Ωδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν ᾽Ιησοῦ. 13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ' ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ' αὐτῶν.

12 ᾽Εδὼ εἶναι ἡ ὑπομονὴ τῶν ἁγίων· ἐδὼ οἱ φυλάττοντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν τοῦ ᾽Ιησοῦ. 13 Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν πρὸς ἐμέ, Γράψον, Μακάριοι οἱ νεκροί οἵτινες ἀποθνήσκουσιν ἐν Κυρίῳ ἀπὸ τοῦ νῦν, Ναί, λέγει τὸ Πνεῦμα, διὰ νὰ ἀναπαυθῶσιν ἀπὸ τῶν κόπων αὑτῶν· καὶ τὰ ἔργα αὐτῶν ἀκολουθοῦσι μὲ αὐτούς.

 

Ο ΘΕΡΙΣΜΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρι­σον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέ­λης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

14 Καὶ εἶδον, καὶ ἰδού νεφέλη λευκή, καὶ ἐπὶ τῆς νεφέλης ἐκάθητό τις ὅμοιος μὲ υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὑτοῦ στέφανον χρυ­σοῦν, καὶ ἐν τῇ χειρὶ αὑτοῦ δρέπανον κοπτερόν. 15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων μετὰ μεγάλης φωνῆς πρὸς τὸν καθήμενον ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου, καὶ θέρισον· διότι ἦλθεν εἰς σὲ ἡ ὥρα τοῦ νὰ θερίσῃς, ἐπειδὴ ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 16 Καὶ ὁ καθή­μενος ἐπὶ τῆς νεφέλης ἔβαλε τὸ δρέπανον αὑτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐθερίσθη ἡ γῆ.

 

Ο ΤΡΥΓΟΣ

Αρχαίο κείμενο

Μετάφραση Ν.  Βάμβα

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, Πέμψον σου τὸ δρέπα­νον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον κοπτερόν. 18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσια­στηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός· καὶ ἐφώναξε μετὰ κραυγῆς μεγάλης πρὸς τὸν ἔχοντα τὸ δρέπανον τὸ κοπτε­ρόν, λέγων, Πέμψον τὸ δρέπα­νόν σου τὸ κοπτερὸν, καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, διότι ὡρίμασαν τὰ σταφύλια αὐτῆς. 19 Καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὑτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔῤῥιψε τὰ τρυγηθέντα εἰς τὸν μεγάλον ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ. 20 Καὶ ἐπατήθη ὁ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τοῦ ληνοῦ ἕως τῶν χαλινῶν τῶν ἵππων, εἰς διάστημα χιλίων ἑξακοσίων σταδίων.

[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]

Ελευθέρα Αποστολική Εκκλησία της Πεντηκοστής Νέων Μουδανιών Καρυωτάκη 5 Περιοχή Αλμύρας, Τ.Κ.. 632 00, Νέα Μουδανιά,tel. +30 2373021452

worldlight.gr