ΚΕΦΑΛΑΙΟ ΙΓ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε. 
ΤΟ ΚΟΚΚΙΝΟ ΘΗΡΙΟ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας. 2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. |
1 ΚΑΙ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον θηρίον ἀναβαῖνον ἐκ τῆς θαλάσσης, τὸ ὁποῖον εἶχε κεφαλὰς ἑπτὰ, καὶ κέρατα δέκα· καὶ ἐπὶ τῶν κεράτων αὑτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὑτοῦ ὀνόματα βλασφημίας. 2 Καὶ τὸ θηρίον τὸ ὁποῖον εἶδον, ἦτο ὅμοιον μὲ πάρδαλιν, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν εἰς αὐτὸ ὁ δράκων τὴν δύναμιν αὑτοῦ, καὶ τὸν θρόνον αὑτοῦ, καὶ ἐξουσίαν μεγάλην.
|
ΤΟ ΘΗΡΙΟ ΚΑΙ Ο ΑΝΤΙΧΡΙΣΤΟΣ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, 4 καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ' αὐτοῦ; |
3 Καὶ εἶδον μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς πεπληγωμένην θανατηφόρως· καὶ ἡ θανατηφόρος πληγὴ αὐτοῦ ἐθεραπεύθη· καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. 4 Καὶ προσεκύνησαν τὸν δράκοντα, ὅστις ἔδωκεν ἐξουσίαν εἰς τὸ θηρίον, καὶ προσεκύνησαν τὸ θηρίον, λέγοντες, Τίς ὅμοιος μὲ τὸ θηρίον; Τίς δύναται νὰ πολεμήσῃ μὲ αὐτό;
|
Ο ΑΝΤΙΧΡΙΣΤΟΣ ΕΝΑΤΙΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα καὶ δύο. 6 καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7 καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. |
5 Καὶ ἐδόθη εἰς αὐτὸ στόμα λαλοῦν μεγάλα καὶ βλαφημίας, καὶ ἐδόθη εἰς αὐτὸ ἐξουσία νὰ κάμῃ πόλεμον τεσσαράκοντα δύο μῆνας. 6 Καὶ ἤνοιξε τὸ στόμα αὑτοῦ εἰς βλαφημίαν ἐναντίον τοῦ Θεοῦ, νὰ βλαφημήσῃ τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς κατοικοῦντας ἐν τῷ οὐρανῷ. 7 Καὶ ἐδόθη εἰς αὐτὸ νὰ κάμῃ πόλεμον μὲ τοὺς ἁγίους, καὶ νὰ νικήσῃ αὐτούς· καὶ ἐδόθη εἰς αὐτὸ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
8 καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9 Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ἀποκτανθῆναι, αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ῟Ωδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. |
8 Καὶ θέλουσι προςκυνήσει αὐτὸ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, τῶν ὁποίων τὰ ὀνόματα δὲν ἐγράφησαν ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ᾽Αρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9 ῞Οστις ἔχει ὠτίον, ἄς ἀκούσῃ. 10 ῞Οστις φέρει εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· ὅστις φονεύσῃ μὲ μάχαιραν, πρέπει αὐτὸς νὰ φονευθῇ μὲ μάχαιραν. ᾽Εδὼ εἶναι ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
|
ΤΟ ΔΕΥΤΕΡΟ ΘΗΡΙΟ Ή ΨΕΥΔΟΠΡΟΦΗΤΗΣ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρης καὶ ἔζησεν. |
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια μὲ ἀρνίου, καὶ ἐλάλει ὡς δράκων. 12 Καὶ ἐνήργει ὅλην τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου ἐνώπιον αὐτοῦ, καὶ ἔκαμε τὴν γῆν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ νὰ προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, τοῦ ὁποίου ἐθεραπεύθη ἡ θανατηφόρος πληγή. 13 Καὶ ἔκαμνε σημεῖα μεγάλα, ὥστε καὶ πῦρ ἔκαμνε νὰ καταβαίνῃ ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 Καὶ ἐπλάνα τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰ σημεῖα τὰ ὁποῖα ἐδόθησαν εἰς αὐτὸ νὰ κάμῃ ἐνώπιον τοῦ θηρίου, λέγον πρὸς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς νὰ κάμωσιν εἰκόνα εἰς τὸ θηρίον, ταὸ ὁποῖον ἔχει τὴν πληγὴν τῆς μαχαίρας, καὶ ἔζησε.
|
Η ΕΙΚΟΝΑ ΚΑΙ ΤΟ ΧΑΡΑΓΜΑ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
15 καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. |
15 Καὶ ἐδόθη εἰς αὐτὸ νὰ δώσῃ πνεῦμα εἰς τὴν εἰκόνα τοῦ θηρίου, ὥστε καὶ νὰ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ νὰ κάμῃ, ὅσοι δὲν προσκυνήσωσι τὴν εἰκόνα τοῦ θηρίου, νὰ θανατωθῶσι. 16 Καὶ ἔκαμνε πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, νὰ λάβωσι χάραγμα ἐπὶ τῆς χειρὸς αὑτῶν τῆς δεξιᾶς, ἤ ἐπὶ τῶν μετώπων αὑτῶν· 17 καὶ νὰ μὴ δύναται μηδεὶς νὰ ἀγοράσῃ ἤ νὰ πωλήσῃ, εἰμὴ ὁ ἔχων τὸ χάραγμα, ἤ τὸ ὄνομα τοῦ θηρίου, ἤ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
|
ΤΟ 666 Ο ΚΩΔΙΚΟΣ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
18 ῟Ωδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσιοι ἑξήκοντα ἕξ. |
18 ᾽Εδὼ εἶναι ἡ σοφία· ὅστις ἔχει τὸν νοῦν, ἄς λογαριάσῃ τὸν ἀριθμὸν τοῦ θηρίου· διότι εἶναι ἀριθμὸς ἀνθρώπου, καὶ ὁ ἀριθμὸς αὐτοῦ εἶναι χξς᾽.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|