ΚΕΦΑΛΑΙΟ ΙΒ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.  |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, 2 καὶ ἐν γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. |
1 ΚΑΙ σημεῖον μέγα ἐφάνη ἐν τῷ οὐρανῷ· γυνὴ ἐνδεδυμένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα· 2 καὶ ἔγκυος οὖσα, ἔκραζε κοιλοπονοῦσα, καὶ βασανιζομένη διὰ νὰ γεννήσῃ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρός, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, 4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. 5 καὶ ἔτεκεν υἱόν, ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. 6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. |
3 Καὶ ἐφάνη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού, δράκων μέγας κόκκινος, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα· καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ διαδήματα ἑπτά· 4 καὶ ἡ οὐρὰ αὐτοῦ ἔσυρε τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔῤῥιψεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκων ἐστάθη ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης νὰ γεννήσῃ, διὰ νὰ καταφάγῃ τὸ τέκνον αὐτῆς ὅταν γεννήσῃ, 5 Καὶ ἐγέννησε παιδίον ἄῤῥεν, τὸ ὁποῖον μέλλει νὰ ποιμάνῃ πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ τὸ τέκνον αὐτῆς ἡρπάσθη πρὸς τὸν Θεὸν καὶ τὸν θρόνον αὐτοῦ. 6 Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει τόπον ἡτοιμασμένον ἀπὸ τοῦ Θεοῦ, διὰ νὰ τρέφωσιν αὐτὴν ἐκεῖ ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
|
Ο ΠΟΛΕΜΟΣ ΚΑΤΑ ΤΟΥ ΣΑΤΑΝΑ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, 8 καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. 9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ ἐβλήθησαν. |
7 Καὶ ἔγεινε πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπολέμησαν κατὰ τοῦ δράκοντος, καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ. 8 Καὶ δὲν ὑπερίσχυσαν, οὐδὲ εὑρέθη πλέον τόπος αὐτῶν ἐν τῷ οὐρανῷ. 9 Καὶ ἐῤῥίφθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος, καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐῤῥίφθη εἰς τὴν γῆν· καὶ οἱ ἄγγελοι αὐτοῦ ἐῤῥίφθησαν μετ᾽ αὐτοῦ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
10 καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν, ῍Αρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. 11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. 12 διὰ τοῦτο εὐφραίνεσθε, ὀἱ῾οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. |
10 Καὶ ἤκουσα φωνὴν μεγάλην λέγουσαν ἐν τῷ οὐρανῷ, Τώρα ἔγεινεν ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ· διότι κατεῤῥίφθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέραν καὶ νύκτα. 11 Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ᾽Αρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὑτῶν· καὶ δὲν ἠγάπησαν τὴν ψυχὴν αὑτῶν μέχρι θανάτου. 12 Διὰ τοῦτο εὐφραίνεσθε, οἱ οὐρανοὶ, καὶ οἱ κατοικοῦντες ἐν αὐτοῖς. Οὐαὶ εἰς τοὺς κατοικοῦντας τὴν γῆν καὶ τὴν θάλασσαν, διότι κατέβη ὁ Διάβολος εἰς ἐσᾶς ἔχων θυμὸν μέγαν, ἐπειδὴ γνωρίζει ὅτι ὀλίγον καιρὸν ἔχει.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. 14 καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. 15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. 17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν ᾽Ιησοῦ· |
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐῤῥίφθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἐγέννησε τὸν ἄῤῥενα. 14 Καὶ ἐδόθησαν εἰς τὴν γυναῖκα δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, διὰ νὰ πετᾷ εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὑταῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως· 15 καὶ ἔῤῥιψεν ὁ ὄφις ὀπίσω τῆς γυναικὸς ἐκ τοῦ στόματος αὑτοῦ ὕδωρ ὡς ποταμόν, διὰ νὰ κάμῃ νὰ σύρῃ αὐτὴν ὁ ποταμός. 16 Καὶ ἐβοήθησεν ἡ γῆ τὴν γυναῖκα, καὶ ἤνοιξεν ἡ γῇ τὸ στόμα αὑτῆς, καὶ κατέπιε τὸν ποταμόν, τὸν ὁποῖον ἔῤῥιψεν ὁ δράκων ἐκ τοῦ στόματος αὑτοῦ. 17 Καὶ ὠργίσθη ὁ δράκων κατὰ τῆς γυναικὸς, καὶ ὑπῆγε νὰ κάμῃ πόλεμον μὲ τοὺς λοιποὺς τοῦ σπέρματος αὐτῆς, τοὺς φυλάττοντας τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἔχοντας τὴν μαρτυρίαν τοῦ ᾽Ιησοῦ Χριστοῦ.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|