ΚΕΦΑΛΑΙΟ ΙΑ΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε. 
Ο ΛΑΟΣ ΤΟΥ ΘΕΟΥ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων, ῍Εγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. 2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα καὶ δύο. |
1 Καὶ μοὶ ἐδόθη κάλαμος ὅμοιος μὲ ῥάβδον· καὶ ὁ ἄγγελος ἵστατο λέγων, Σηκώθητι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. 2 Τὴν αὐλὴν ὅμως τὴν ἔξωθεν τοῦ ναοῦ ἄφες ἔξω, καὶ μὴ μετρήσῃς αὐτήν, διότι ἐδόθη εἰς τὰ ἔθνη· καὶ τὴν πόλιν τὴν ἁγίαν θέλουσι πατήσει τεσσαράκοντα δύο μῆνας.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
3 καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους. 4 οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες. |
3 Καὶ θέλω δώσει εἰς τοὺς δύο μάρτυράς μου νὰ προφητεύσωσι χιλίας διακοσίας ἑξήκοντα ἡμέρας, ἐνδεδυμένοι σάκκους. 4 Οὗτοι εἶναι αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι αἱ ἱστάμεναι ἐνώπιον τοῦ Θεοῦ τῆς γῆς.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. |
5 Καὶ ἐὰν τις θέλῃ νὰ βλάψῃ αὐτούς, ἐξέρχεται πῦρ ἐκ τοῦ στόματος αὐτῶν καὶ κατατρώγει τοὺς ἐχθροὺς αὐτῶν· καὶ ἐὰν τις θέλῃ νὰ βλάψῃ αὐτούς, οὕτω πρέπει αὐτὸς νὰ θανατωθῇ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
6 οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν. 7 καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ' αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. |
6 Οὗτοι ἔχουσιν ἐξουσίαν νὰ κλείσωσι τὸν οὐρανόν, διὰ νὰ μὴ βρέχῃ βροχὴ ἐν ταῖς ἡμέραις τῆς προφητείας αὐτῶν· καὶ ἔχουσιν ἐξουσίαν ἐπὶ τῶν ὑδάτων, νὰ μεταβάλλωσιν αὐτὰ εἰς αἷμα, καὶ νὰ πατάξωσι τὴν γῆν μὲ πᾶσαν πληγήν, ὁσάκις ἐὰν θελήσωσι. 7 Καὶ ὅταν τελειώσωσι τὴν μαρτυρίαν αὑτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου θέλει κάμει πόλεμον μὲ αὐτοὺς, καὶ θέλει νικήσει αὐτοὺς, καὶ θανατώσει αὐτούς.
|
ΤΑ ΠΤΩΜΑΤΑ ΤΩΝ ΔΥΟ ΠΡΟΦΗΤΩΝ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
8 καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. 9 καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα. 10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ' αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. |
8 Καὶ ταὰ πτώματα αὐτῶν θέλουσι κεῖσθαι ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος ἡμῶν ἐσταυρώθη. 9 Καὶ οἱ ἄνθρωποι ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν θέλουσι βλέπει τὰ πτώματα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ δὲν θέλουσιν ἀφήσει τὰ πτώματα αὐτῶν νὰ τεθῶσιν εἰς μνήματα. 10 Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς θέλουσι χαρῆ δι᾽ αὐτοὺς καὶ εὐφρανθῆ· καὶ θέλουσι πέμψει δῶρα πρὸς ἀλλήλους, διότι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
|
Η ΑΝΑΣΤΑΣΗ ΤΩΝ ΔΥΟ ΠΡΟΦΗΤΩΝ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
11 καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς. 12 καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς, ᾽Ανάβατε ὧδε· καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ. |
11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, εἰσῆλθεν εἰς αὐτοὺς πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ· καὶ ἐστάθησαν ἐπὶ τοὺς πόδας αὑτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς. 12 Καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν πρὸς αὐτούς, ᾽Ανάβητε ἐδώ. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ· καὶ εἶδον αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 Καὶ κατ᾽ ἐκείνην τὴν ὥραν ἔγεινε σεισμὸς μέγας, καὶ ἔπεσε τὸ δέκατον τῆς πόλεως, καὶ ἐθανατώθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά· καὶ οἱ λοιποὶ ἔγειναν ἔμφοβοι, καὶ ἔδωκαν δόξαν εἰς τὸν Θεὸν τοῦ οὐρανοῦ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
14 ῾Η οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ. 15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγοντες, ᾽Εγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ὀἱ῾ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ 17 λέγοντες, Εὐχαριστοῦμέν σοι, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας·· 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν. |
14 ῾Η οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδού, ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχέως. 15 ΚΑΙ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἔγειναν φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγουσαι, Αἱ βασιλεῖαι τοῦ κόσμου ἔγειναν τοῦ Κυρίου ἡμῶν, καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ θέλει βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 16 Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἱ καθήμενοι ἐνώπιον τοῦ Θεοῦ ἐπὶ τοὺς θρόνους αὑτῶν, ἔπεσαν κατὰ πρόσωπον αὑτῶν καὶ προσεκύνησαν τὸν Θεόν, 17 λέγοντες, Εὐχαριστοῦμέν σοι, Κύριε Θεὲ Παντοκράτωρ, ὁ ῎Ων καὶ ὁ ῏Ην καὶ ὁ ᾽Ερχόμενος· διότι ἔλαβες τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας· 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργὴ σου, καὶ ὁ καιρὸς τῶν νεκρῶν, διὰ νὰ κριθῶσι, καὶ νὰ δώσῃς τὸν μισθὸν εἰς τοὺς δούλους σου τοὺς προφήτας, καὶ εἰς τοὺς ἁγίους καὶ εἰς τοὺς φοβουμένους τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ νὰ διαφθείρῃς τοὺς διαφθείροντας τὴν γῆν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
19 καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη. |
19 Καὶ ἠνοίχθη ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ἐφάνη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἔγειναν ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|