ΚΕΦΑΛΑΙΟ Ι΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.  |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, 2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, 3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. |
1 ΚΑΙ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἐνδεδυμένον νεφέλην· καὶ ἦτο ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός. 2 Καὶ εἶχεν ἐν τῇ χειρὶ αὑτοῦ βιβλιάριον ἀνεῳγμένον· καὶ ἔθεσε τὸν πόδα αὑτοῦ τὸν δεξιὸν ἐπὶ τὴν θάλασσαν, τὸν δὲ ἀριστερὸν ἐπὶ τὴν γῆν· 3 καὶ ἔκραξε μετὰ φωνῆς μεγάλης καθὼς βρυχᾶται ὁ λέων. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς φωνὰς ἑαυτῶν, ἔμελλον νὰ γράφω· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν πρὸς ἐμέ, Σφράγισον ἐκεῖνα τὰ ὁποῖα ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ γράψῃς ταῦτα.
|
ΜΙΑ ΠΑΡΕΝΘΕΣΗ ΜΕΤΑΞΥ ΤΗΣ 6ης ΚΑΙ 7ης ΣΑΛΠΙΓΓΑΣ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν 6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται, 7 ἀλλ' ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας. |
5 Καὶ ὁ ἄγγελος τὸν ὁποῖον εἶδον ἱστάμενον ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἐσήκωσε τὴν χεῖρα αὑτοῦ εἰς τὸν οὐρανόν, 6 καὶ ὤμοσεν εἰς τὸν ζῶντα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅστις ἔκτισε τὸν οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι καιρὸς δὲν θέλει εἶσθαι ἔτι· 7 ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ νὰ σαλπίσῃ, τότε θέλει τελεσθῆ τὸ μυστήριον τοῦ Θεοῦ, καθὼς ἐφανέρωσε πρὸς τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.
|
ΒΙΒΛΙΑΡΙΟ ΝΕΩΝ ΠΡΟΦΗΤΕΙΩΝ |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετ' ἐμοῦ καὶ λέγουσαν, ῞Υπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον. καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ' ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. 11 καὶ λέγουσίν μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς. |
8 Καὶ ἡ φωνή τὴν ὁποίαν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ἐλάλει μετ᾽ ἐμοῦ, καὶ ἔλεγεν, ῞Υπαγε, λάβε τὸ βιβλιάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἱσταμένου ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 Καὶ ὑπῆγα πρὸς τὸν ἄγγελον, λέγων πρὸς αὐτόν, Δὸς μοι τὸ βιβλιάριον. Καὶ λέγει πρὸς ἐμέ, Λάβε καὶ κατάφαγε αὐτό· καὶ θέλει πικράνει τὴν κοιλίαν σου, πλὴν ἐν τῷ στόματί σου θέλει εἶσθαι γλυκὺ ὡς μέλι. 10 Καὶ ἔλαβον τὸ βιβλιάριον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό· καὶ ἦτο ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτὸ, ἐπικράνθη ἡ κοιλία μου. 11 Καὶ μοὶ λέγει, Πρέπει πάλιν νὰ προφητεύσῃς περὶ λαῶν καὶ ἐθνῶν καὶ γλωσσῶν καὶ βασιλέων πολλῶν.
|
[Προηγούμενο κεφάλαιο] [Επόμενο κεφάλαιο]
|