ΚΕΦΑΛΑΙΟ Α΄
Πατώντας επάνο στο Link μπορείτε να ακούσετε.  |
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
1 ᾽Αποκάλυψις ᾽Ιησοῦ Χριστοῦ, ῆν ἔδωκεν αὐτῷ ὁ θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ ᾽Ιωάννῃ, 2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν ᾽Ιησοῦ Χριστοῦ, ὅσα εἶδεν. |
1 ᾽ΑΠΟΚΑΛΥΨΙΣ ᾽Ιησοῦ Χριστοῦ, τὴν ὁποίαν ἔδωκεν εἰς αὐτὸν ὁ Θεός, διὰ νὰ δείξῃ εἰς τοὺς δούλους αὑτοῦ ὅσα πρέπει νὰ γείνωσι ταχέως· καὶ ἐφανέρωσεν αὐτὰ ἀποστείλας διὰ τοῦ ἀγγέλου αὑτοῦ εἰς τὸν δοῦλον αὑτοῦ ᾽Ιωάννην· 2 ὅστις ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν τοῦ ᾽Ιησοῦ Χριστοῦ, καὶ ὅσα εἶδε.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς. |
3 Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ φυλάττοντες τὰ γεγραμμένα ἐν αὐτῇ· διότι ὁ καιρὸς εἶναι πλησίον.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
4 ᾽Ιωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ ᾽Ασίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, |
4 ῾Ο ᾽Ιωάννης πρὸς τὰς ἑπτὰ ἐκκλησίας τὰς ἐν τῇ ᾽Ασίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ ὁ ῎Ων καὶ ὁ ῏Ην καὶ ὁ ᾽Ερχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων τὰ ὁποῖα εἶναι ἐνώπιον τοῦ θρόνου αὐτοῦ·
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
5 καὶ ἀπὸ ᾽Ιησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, 6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. |
5 καὶ ἀπὸ τοῦ ᾽Ιησοῦ Χριστοῦ, ὅστις εἶναι ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς· εἰς τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ λούσαντα ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν μὲ τὸ αἷμα αὑτοῦ, 6 καὶ ὅστις ἔκαμεν ἡμᾶς βασιλεῖς, καὶ ἱερεῖς εἰς τὸν Θεὸν καὶ Πατέρα αὑτοῦ· εἰς αὐτὸν εἴη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾽Αμήν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
7 ᾽Ιδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν. |
7 ᾽Ιδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ θέλει ἰδεῖ αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ ἐκεῖνοι οἵτινες ἐξεκέντησαν αὐτόν· καὶ θέλουσι θρηνήσει ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς· ναί, ἀμήν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
8 ᾽Εγώ εἰμι τὸ ῍Αλφα καὶ τὸ ῏Ω, λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. |
8 ᾽Εγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος, λέγει ὁ Κύριος, ὁ ῎Ων καὶ ὁ ῏Ην καὶ ὁ ᾽Ερχόμενος, ὁ Παντοκράτωρ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
9 ᾽Εγὼ ᾽Ιωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν ᾽Ιησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν ᾽Ιησοῦ. 10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος 11 λεγούσης, ῝Ο βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς ῍Εφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν. |
9 ᾽Εγὼ ὁ ᾽Ιωάννης, ὁ καὶ ἀδελφὸς σας, καὶ συγκοινωνὸς εἰς τὴν θλίψιν καὶ εἰς τὴν βασιλείαν καὶ τὴν ὑπομονὴν τοῦ ᾽Ιησοῦ Χριστοῦ, ἤμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τοῦ ᾽Ιησοῦ Χριστοῦ. 10 Κατὰ τήν Κυριακὴν ἡμέραν ἦλθον εἰς ἔκστασιν πνευματικήν· καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος, 11 ἥτις ἔλεγεν, ᾽Εγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καί, ῞Ο,τι βλέπεις, γράψον εἰς βιβλίον, καὶ πέμψον εἰς τὰς ἑπτὰ ἐκκλησίας τὰς ἐν τῇ ᾽Ασίᾳ, εἰς ῎Εφεσον, καὶ εἰς Σμύρνην, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
12 Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ' ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ τῶν λυχνιῶν ὅμοιον υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. |
12 Καὶ ἐστράφην νὰ ἴδω τὴν φωνήν ἥτις ἐλάλησε μετ᾽ ἐμοῦ· καὶ στραφεὶς εἶδον ἑπτὰ λυχνίας, 13 καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν εἶδον ἕνα ὅμοιον μὲ υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη χιτῶνα, καὶ περιεζωσμένον πλησίον τῶν μαστῶν ζώνην χρυσῆν· 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες ἦσαν λευκαὶ ὡς μαλλίον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι μὲ χαλκολίβανον, ὡς ἐν καμίνῳ πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. 16 Καὶ εἶχεν ἐν τῇ δεξιᾷ αὑτοῦ χειρὶ ἑπτὰ ἀστέρας· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐξήρχετο ῥομφαία δίστομος ὀξεῖα· καὶ ἡ ὄψις αὐτοῦ ἔλαμπεν ὡς ὁ ἥλιος λάμπει ἐν τῇ δυνάμει αὑτοῦ.
|
Αρχαίο κείμενο |
Μετάφραση Ν. Βάμβα |
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. 19 γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα. 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν. |
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἐπέθηκε τὴν δεξιὰν αὑτοῦ χεῖρα ἐπ᾽ ἐμέ, λέγων μοι, Μὴ φοβοῦ· ἐγὼ εἶμαι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18 καὶ ὁ ζῶν, καὶ ἔγεινα νεκρός· καὶ ἰδού, εἶμαι ζῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν· καὶ ἔχω τὰ κλειδία τοῦ ᾅδου καὶ τοῦ θανάτου. 19 Γράψον ὅσα εἶδες, καὶ ὅσα εἶναι, καὶ ὅσα μέλλουσι νὰ γείνωσι μετὰ ταῦτα· 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων τοὺς ὁποίους εἶδες ἐν τῇ δεξιᾷ μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες εἶναι οἱ ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν· καὶ αἱ ἑπτὰ λυχνίαι τὰς ὁποίας εἶδες, εἶναι αἱ ἑπτὰ ἐκκλησίαι.
|
[Εισαγωγή] [Επόμενο κεφάλαιο]
|